§12.2.1ὡς δʼ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται, ὁ δὲ τὸν ἱππάρχην ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ δὲ Μηνυκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασι δὲ φυλάττειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα·
元老院得知此密告后,便推选了一位独裁官。 独裁官命令骑兵长官在半夜左右率领骑兵来到他那里,并命令元老院议员们在黎明时分便到卡皮托林山集结,又命令米努基乌斯带着告发者并携带其他证据前往演坛前听候,同时命令所有人对议会外的人保守审议内容的秘密。
μίαν εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μαίλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ §12.2.2πραττομένων.
他说,唯一的安全之道就在于麦利乌斯对针对他所说和所做的一切一无所知。
διατάξας δὲ τἆλλα ὅσων ἐδεῖτο, μέχρι δύσεως ἡλίου πάντας ἐν τῷ βουλευτηρίῳ κατασχὼν σκότους ὄντος ἤδη διέλυσε τὸν σύλλογον·
在安排好他所需要的其余一切事务后,他将所有人留在议事堂中直到日落,已是天黑时分才解散了集会。
ὡς δὲ μέση νὺξ ἐγένετο, προελθὼν ἐκ τῆς οἰκίας. . . ἐξῄει περὶ τὸν ὄρθρον τοὺς ἐπιλέκτους ἀμφοτέρων τῶν ὑπάτων ἐπαγόμενος καὶ αὐτοὺς τοὺς ὑπάτους.
到了半夜,他走出家门……大约在黎明时分出发,随行带着两位执政官的精锐卫兵以及执政官本人。
§12.2.3οὗτοι μὲν οὖν τὸ Καπιτώλιον ἅμα τοῖς βουλευταῖς ἕωθεν κατειληφότες ἐφρούρουν·
这些人便在黎明时分与元老院议员们一同占领并防守着卡皮托林山。
ὁ δὲ Μαίλιος οὐδὲν ἀκηκοὼς τούτων ἡμέρας γενομένης προελθὼν εἰς τὴν ἀγορὰν ἐχρημάτιζε τοῖς δεομένοις ἐπὶ τοῦ βήματος καθεζόμενος·
而麦利乌斯对此毫无所闻,天亮后他来到广场,坐在演坛上,为有求于他的人办理事务。
καὶ μετʼ οὐ πολὺ παρῆν ὁ ἵππαρχος Σερουίλιος πρὸς αὐτὸν ἄγων τοὺς ἀκμαιοτάτους τῶν ἱππέων ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη καὶ στὰς πλησίον αὐτοῦ λέγει· §12.2.4ὁ δικτάτωρ σε κελεύει, Μαίλιε, πρὸς αὐτὸν ἥκειν·
未过多久,骑兵长官塞维利乌斯率领最强壮的骑兵来到他面前,这些骑兵在衣服下藏着剑,他站在麦利乌斯身边说道: “麦利乌斯,独裁官命令你到他那里去。
κἀκεῖνος ὑποτυχών, ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐτὸν ἐλθεῖν, ὁ ποῦ καὶ πότε γενόμενος;
”而他打断道:“塞维利乌斯,是什么样的独裁官命令我到他那里去? 他在哪里、又是何时被任命的?
καὶ ἅμα διαταραχθεὶς περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα.
”同时他慌乱地环顾演坛周围的人。
ἀφασίας δὲ ἅπαντας κατασχούσης διὰ τὸ μηδένα γιγνώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς λέγει πάλιν ὁ Σερουίλιος·
由于没有人知道元老院所做的事,大家都说不出话来。
εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μαίλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐδενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγιγνώσκειν.
这时塞维利乌斯再次说道:“麦利乌斯,你昨天被向元老院告发企图颠覆国家,也许这并非事实,因为仅凭指控就预先定罪是不配于任何人的。
§12.2.5ταύτην ἐξετάσαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέδειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοίντιον Κικιννᾶτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα τὴν ἀρχήν.
元老院决定审查这一告发,认为国家正面临不小的危险,需要一位独裁官,并委任卢基乌斯·昆克蒂乌斯·辛辛纳图斯掌握这一权力。 你自然也知道,他是贵族中最优秀的人,并且已经两次无可指责地担任过这一官职。
§12.2.6οὗτος ὁ ἀνὴρ δικαστήριόν σοι καθίσαι καὶ λόγον ἀποδοῦναι βουλόμενος ἀπέσταλκεν ἡμᾶς, ἐμὲ τὸν ἵππαρχον ἅμα τοῖσδε τοῖς ἀνδράσιν, ἄξοντας σε ἀσφαλῶς ἐπὶ τὴν ἀπολογίαν.
这位男子为了给你设立法庭并让你进行申辩,派遣了我们——我这位骑兵长官以及这些男子,为了安全地带你去进行辩护。
εἰ δὲ μηδὲν ἀδικεῖν πέποιθας, ἴθι καὶ λέγε τὰ δίκαια περὶ σαυτοῦ πρὸς ἄνδρα φιλόπολιν, ὃς οὔτε διὰ τὸν κοινὸν φθόνον οὔτε διʼ ἄλλην ἄδικον πρόφασιν οὐδεμίαν ἐκποδὼν ποιῆσαί
如果你确信自己没有做任何不义之事,就请前去,对一位热爱国家的男子阐明你自己的清白吧。
§12.2.7σε βουλήσεται.
他绝不会因为公众的嫉妒或任何其他不义的借口而企图除掉你。
ὁ δʼ ὡς ἤκουσεν, ἀναπηδᾷ τε καὶ μεγάλα ἀναβοήσας, ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν·
” 他一听此言,便跳了起来,大声喊道:“平民们啊,救救我吧! 因为我对你们的善意,我正被权贵们强行逮捕!
οὐ γὰρ ἐπὶ δίκην πρὸς αὐτῶν, ἀλλʼ ἐπὶ θάνατον καλοῦμαι.
因为我被他们传唤,绝非为了受审,而是为了送死!
βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα συγγνούς, ὅτι πλείους εἰσὶ τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλοντες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, καταπηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν κατα- §12.2.8φυγεῖν.
”演坛周围顿时响起了呼喊声和巨大的混乱,他意识到企图逮捕他的人比前来相助的人更多,而且不远处还有其他武装人员在潜伏,于是他迅速从演坛上跳下,穿过广场奔跑,企图逃回自己家中。
καταλαμβανόμενος δʼ ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προσελθόντα.
但他被骑兵们追赶,跑进了一家肉铺,夺下一把剁肉刀,砍向第一个接近他的人。
ἔπειτα πολλῶν ἐπιπεσόντων ἀθρόων ἀμυνόμενος καὶ βραχὺν ἀντισχὼν χρόνον ἀπεκόπη ὑπό τινος τὸν βραχίονα καὶ πίπτει καὶ κατακοπεὶς ὥσπερ θηρίον ἀποθνήσκει.
随后,在众人一拥而上时,他进行了抵抗,但只支撑了片刻,他的手臂便被某人砍断,倒在地上,像野兽一样被乱刀砍死。
§12.2.9Μαίλιος μὲν δὴ μεγάλων ὀρεχθεὶς πραγμάτων καὶ μικροῦ πάνυ δεήσας τὴν Ῥωμαίων ἡγεμονίαν κατασχεῖν οὕτως ἀζήλου καὶ πικρᾶς καταστροφῆς ἔτυχεν.
麦利乌斯抱负宏大,差一点就夺取了罗马的统治权,却落得如此不名誉且悲惨的下场。
ἐξενεχθέντος δʼ εἰς τὴν ἀγορὰν τοῦ νεκροῦ καὶ γενηθέντος πᾶσι φανεροῦ δρόμος ἦν καὶ βοὴ καὶ θόρυβος ἁπάντων τῶν κατὰ τὴν ἀγορὰν τῶν μὲν οἰκτειρόντων, τῶν δὲ ἀγανακτούντων, τῶν δὲ §12.2.10ὁμόσε τοῖς δεδρακόσι χωρεῖν ἐσπουδακότων.
当他的尸体被抬到广场、暴露在所有人面前时,广场上的所有人开始奔跑、呼喊和混乱,有的人哀怜,有的人愤怒,还有的人急于向行凶者们发起反击。
τοιαύτης δὲ ταραχῆς γενομένης μαθὼν ὁ δικτάτωρ, ὅτι διαπέπρακται τοῖς ἱππεῦσι τὸ προσταχθὲν ἔργον, κατέβαινεν ἀπὸ τῆς ἄκρας εἰς τὴν ἀγορὰν τούς τε βουλευτὰς ἐπαγόμενος ἅπαντας καὶ τοὺς ἱππεῖς περὶ ἑαυτὸν ἔχων γυμνὰ φαίνοντας ξίφη·
在发生如此混乱之时,独裁官得知骑兵们已经完成了受命的任务,便从城堡下到广场,随行带着全体元老院议员,周围环绕着手持出鞘之剑的骑兵。
καὶ δημηγορήσας ἐπʼ ἐκκλησίας ἀπέλυσε τὸν ὄχλον. Esc.
他在集会上发表演说后,便解散了群众。