§12.1.8οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν ἔργων αὐτοῦ γενήσεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπροτέρᾳ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν, §12.1.9ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου.
聚集在他身边的支持者们不断地称他为祖国的救主、父亲和创建者,并声称执政官的权力即使授予他,与他伟大的功绩相比,也显得微不足道,他们要求用某种其他更大、更显赫的荣誉来装点他,这种荣誉连他的子孙也将继承。
ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτʼ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι.
当他第三次前往意大利沿海地区,并从库迈和米塞努姆周围的港口带领许多运粮货船驶入罗马的外港奥斯蒂亚,用充足的粮食救济了整座城市,使其与昔日的丰收无异时,全体民众都准备好了,如果在选举中拥有投票权,无论他追求执政官职还是任何其他荣誉,即使没有任何人允许,没有任何法律阻止,也没有任何人反对,都会将其赐予他。
§12.1.10ταῦτα ὁρῶντες οἱ προεστηκότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κωλύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ· καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδὴ κωλυόντων ἐκκλησίας συνάγειν αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ §12.1.11Μαιλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν.
贵族制的领导者们见此情景,既不愿允许,又无力阻止,全都陷入了极大的沮丧之中;而当护民官和执政官试图阻止他召集集会和发表演说时,民众团结一致将他们赶出了广场,并给麦利乌斯提供了极大的安全和力量,这让他们更加惊慌失措。
ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχθόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν ὑβρίζων ὁ Μαίλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται ἢ τὸν δῆμον ἐξερεθίσας πρὸς αὐτὸν % ποιήσηται διὰ τῶν ἐκ τῆς ἑταιρείας ἐπιβουλήν τινα κατʼ αὐτοῦ μηχανησάμενος, ἀγανακτῶν τε διʼ ἀμφότερα ταῦτα καὶ ἀπηλλάχθαι προθυμούμενος ἐκείνου μείζονα ἢ κατʼ ἰδιώτην ἐσχὺν ἔχοντος, ἐπιμελῆ ζήτησιν ἐποιεῖτο τῶν ὑπʼ αὐτοῦ λεγομένων τε καὶ πραττομένων.
在城市处于如此状态之下,被任命的粮食长官既对麦利乌斯在集会中不断用粗暴语言侮辱他的行径感到愤怒,又比任何人都更害怕这个男子,担心他一旦获得某种官职,会在消灭贵族制之前将自己控制,或者在煽动民众反对他之后,通过其同党策划针对他的阴谋,他因这两个原因而感到愤怒,并极力渴望摆脱这个拥有超越私人权力之人的控制,于是对他的言行进行了细致的调查。
§12.1.12πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον· ᾧ τὰ πιστὰ δοὺς ὁ Μηνύκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαιλίου καὶ τὴν παρασκευήν.
由于该男子在秘密计划中雇用了许多共犯,而他们的性格既不相同,意见也不相近,正如所预料的那样,其中某人必然会因为恐惧或个人利益而对他不忠;米努基乌斯向此人保证绝不向任何人透露其身份,从而得知了麦利乌斯的全部意图和准备。
§12.1.13ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους· ἐκεῖνοι δʼ οὐκ ἀξιοῦντες ἐφʼ ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευσόμενοι.
当他获得了不容置疑的证据并得知行动迫在眉睫时,便向执政官们作了报告;他们认为不应仅由自己来对如此重大的企图进行审查,而必须将此事提交给元老院,于是立即召集了会议,仿佛要商讨某场境外战争一般。
§12.1.14πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος· ταύτης δʼ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλʼ ὃν αὐτοὶ διʼ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπιτηδευομένων.
元老院迅速坐满后,执政官中的一人走上前来说,有人向他们告发了针对国家正在策划的阴谋,由于危险的巨大,需要非常严密且迅速的防范;他说,该阴谋的告发者并非普通公民,而是他们自己因其美德而委任其承担对国家最重大且最不可或缺的职务的人,他们从其一生的品行中确认了他的忠诚以及对公共事业的热忱。
μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· . εσξ.
元老院在这一期待中情绪高涨,他便召唤了米努基乌斯,后者陈述道: