§12.3.1. . . . . . ἔχων περὶ ἑαυτὸν ἀνθρώπους ἐξ ἁπάσης συνειλεγμένους κακίας, οὓς ἐσίτιζεν ὥσπερ θηρία κατὰ τῆς πατρίδος.
……他身边聚集着从各种邪恶中纠集起来的人,像对待危害祖国的野兽一样豢养着他们。
εἰ μὲν οὖν ὑπήκουσέ μοι καὶ παρέσχεν ἑαυτὸν ἐν τοῖς νόμοις μένοντα, μεγίστην ἂν τοῦτʼ αὐτῷ παρέσχε ῥοπὴν εἰς τὴν ἀπολογίαν, καὶ τεκμήριον οὐκ ἐλάχιστον ἦν τοῦ μηδὲν βεβουλεῦσθαι κατὰ τῆς πατρίδος·
因此,如果他顺从我,在法律的约束下主动投案,这本会成为他辩护的最大助力,也是他未曾策划危害祖国阴谋的极佳证据。
νῦν δʼ ὑπὸ τῆς συνειδήσεως ἐλαυνόμενος, ὃ πάσχουσιν ἅπαντες οἱ τὰς ἀνοσίους βουλὰς κατὰ τῶν ἀναγκαιοτάτων σφίσι ποιησάμενοι, τοῦτο ἔπαθε· φυγεῖν τὸν ἔλεγχον ἔγνω, καὶ τοὺς ἥκοντας ἐπʼ αὐτὸν ἱππεῖς μαγειρικῇ κοπίδι παίων ἀπήλαυνεν. . . Ambr
然而现在,在良心的谴责驱使下,他落得与所有对最亲近者策划不敬阴谋之人相同的下场:他决定逃避审问,并用剁肉刀砍向前来逮捕他的骑兵以试图击退他们……