§11.8.1ταῦτʼ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν.
元老院啊,这些正是萨宾人和埃魁人的企图,他们正是凭借这些信念才入侵了我们的国土。
ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπʼ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθʼ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ, §11.8.2μᾶλλον δʼ εὖ οἶδα συμβησόμενα.
因此,如果我们因被他们那气焰嚣张的态度所轻视而感到愤怒,并决定凭着我们眼下的怒气向他们派出军队,我担心,他们所预料的那些事情就会发生在我们身上,或者说,我确信那些事情一定会发生。
ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα — ταῦτα δʼ ἐστὶν ἥ τʼ εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι — ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας %. . . θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον.
但如果我们先整顿首要且最迫切的事务——这些事务就是民众的守秩序以及使所有人看到共同的利益——通过从城邦中驱逐出目前盛行的傲慢与贪婪,并恢复政体的古老面貌,那么那些现在猖狂的人就会畏缩,并从手中扔掉武器,在不久之后来到我们这里,以便对损失进行[……]并商讨和解;而我们将获得所有明智之人都会祈求的结果,即在不使用武力的情况下彻底结束与他们的战争。
§11.8.3ταῦτα δὴ λογισαμένους ἡμᾶς οἴομαι δεῖν τὴν μὲν ὑπὲρ τοῦ πολέμου βουλήν, ἐπειδὴ ταραχωδῶς ἡμῖν ἔχει τὰ ἐντὸς τείχους, ἐᾶσαι κατὰ τὸ παρόν, ὑπὲρ ὁμονοίας δὲ καὶ κόσμου πολιτικοῦ προθεῖναι τῷ βουλομένῳ λέγειν.
因此,我认为我们在考虑了这些事情之后,既然城墙内的事务对我们来说正处于混乱状态,目前应当搁置关于战争的商议,而应向愿意发言的人提出关于和睦与城邦秩序的议题。
οὐ γὰρ ἐξεγένετο ἡμῖν, πρὶ εἰς τοῦτο καταστῆσαι τὸν πόλεμον, ὑπὸ τῆσδε τῆς ἀρχῆς κληθεῖσι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων εἴ τι μὴ καλῶς εἶχε τῶν γιγνομένων διαγνῶναι.
因为在战争陷入这种境地之前,被这一官职召集的我们,并没有机会去评判城邦内部的事务中,是否有任何正在发生的事情是不妥当的。
§11.8.4πολλῆς γὰρ ἂν ἐπιτιμήσεως ἄξιος ἦν, εἴ τις ἐκεῖνον ἀφεὶς τὸν καιρὸν ἐν τούτῳ λέγειν ὑπὲρ αὐτῶν ἠξίου· οὐδʼ ἂν ἔχοι τις εἰπεῖν βεβαίως, ὅτι τοῦτον ὑπερβαλόμενοι τὸν καιρὸν ὡς οὐκ ἐπιτήδειον ἑτέρου δυνησόμεθα τυχεῖν ἐπιτηδειοτέρου.
因为,如果有人放过了那个时机,却要求在这个时候就这些事情发言,那他本应受到极大的谴责;而且谁也无法确凿地断言,如果我们因不合适而推迟了这个时机,我们还能获得另一个更合适的时机。
εἰ γὰρ ἐκ τῶν γεγονότων τὰ μέλλοντα ἔσεσθαι βούλεταί τις εἰκάζειν, πολὺς ὁ μετὰ τοῦτον ἔσται χρόνος, ἐν ᾧ περὶ οὐδενὸς τῶν κοινῶν συνελευσόμεθα βουλευσόμενοι.
因为如果有人想根据已发生的事情来推测未来,那么在此之后将会有一段漫长的时期,其间我们将无法为了商议任何公事而聚在一起。