§11.9.1ἀξιῶ δʼ ὑμᾶς, Ἄππιε, τοὺς προεστηκότας τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθʼ ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτʼ ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους, ἀλλʼ ἵνα δείξας, ἐν οἵῳ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν ἥτις ἔσται φράσω.
阿庇乌斯,以及你们这些身为城邦首脑、应当根据共同利益而非你们个人私利来考量公共事务的人,我要求你们,如果我坦率地而非迎合你们的喜好说出一些真话,请不要因此对我有敌意;请记住,我的发言并非为了指责和侮辱你们的官职,而是为了指明城邦的事务正在怎样的风浪中飘摇,并指出拯救与重整它们的方法是什么。
§11.9.2ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι. . . δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δʼ ἐμοί.
因为对于所有[……]于祖国的人来说,关于共同利益的言论也许都是必不可少的,但对我而言尤其如此。
πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν.
首先,因为由于这份荣誉,我被允许首先发表意见;而一个最先站起来的人,若不首先说明那些需要纠正的事物,那将是极大的耻辱和愚蠢。
ἔπειθʼ ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπʼ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς.
其次,因为作为担任十人委员会之首的阿庇乌斯的叔父,当公共事务被他们良好地管理时,我比所有人都要高兴;而当管理不善时,我比任何人都更加痛苦。
§11.9.3πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς.
此外,还因为我从祖先那里继承了这一施政方针:宁可选择共同利益,也不选择个人私利,且不考虑自身的任何危险。 我绝不会自愿背叛这一方针,也不会羞辱那些先辈的德行。
§11.9.4περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν γενέσθω τεκμήριον ὃ μόνον οὐδʼ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δʼ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς·
因此,关于现行的政体,它对我们来说处于极其糟糕的状态,且几乎所有人对其都不满,让这成为对你们而言最大的证据吧——这其实是唯一一件你们不可能不知道的事——即平民中最优秀的人们每天都在逃离这座城市,抛弃他们祖传的家园,有的带着妻子和孩子将住所迁往邻近的城市,有的则迁往离城最远的田野里。
καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατʼ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς.
甚至连贵族中也没有多少人像以前那样留在城里,而是他们中的大多数也都在乡间度日。
§11.9.5καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δʼ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος;
既然连元老院议员中也只有少数与你们有亲属或朋友关系的人还留在城墙内,而其他人则认为荒野比祖国更令人向往,那还有什么必要谈论其他人呢?
ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθʼ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ §11.9.6μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν.
至少,当你们需要召集元老院时,他们是从乡下一一被召集来的,而与执政官们一起守护祖国且不缺席任何公事,原本是他们的祖制。
ἆρʼ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά;
那么,你们认为人们抛弃自己的祖国,是为了逃离好事还是逃离坏事?
ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά.
依我之见,是为了逃离坏事。
καίτοι τίνος ἔλαττον οἴεσθʼ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δʼ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτʼ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς;
然而,在既没有战争侵袭、也没有瘟疫流行、又没有其他任何天降灾难的情况下,平民离去,贵族空巢,这对于一个城邦——尤其是对于罗马,这个如果要牢牢巩固对邻国的统治就需要大量本土人力的城邦来说——你们认为这是多么小的灾祸吗?