Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.6.1-11.6.6

对霍拉提乌斯的威胁与阿庇乌斯的辩白

第 806 段,共 962 段 · 希腊语

内容简介

十人官们威胁继续发言的霍拉提乌斯,但在遭到元老院的反弹后,阿庇乌斯采取妥协态度,并申明了会议规则及十人官任期的合法性。

§11.6.1ἔτι δʼ αὐτοῦ λέγοντος οἱ δέκα περιίστανται κεκραγότες καὶ τὴν δημαρχικὴν ἐπανασείοντες ἐξουσίαν καὶ ῥίψειν αὐτὸν ἀπειλοῦντες κατὰ τῆς πέτρας, εἰ μὴ σιωπήσει.
当他还在发言时,十人官们大声叫嚷着,挥舞着保民官的权力,威胁说如果他不保持安静就将他从岩石上摔下去,并将他包围起来。
ἐφʼ ᾧ πάντες ἀνέκραγον ὡς καταλυομένης σφῶν τῆς ἐλευθερίας, καὶ μεστὸν ἦν ἀγανακτήσεώς τε καὶ θορύβου τὸ συνέδριον.
对此,所有人都大声呼喊,认为他们的自由正在被摧毁,元老院里充满了愤慨和混乱。
§11.6.2τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς, ὡς ἠρεθισμένην εἶδον ἐπὶ τῷ πράγματι τὴν βουλήν· ἔπειτα προσελθὼν ἐξ αὐτῶν Ἄππιος καὶ δεηθεὶς τῶν θορυβούντων βραχὺν ἐπισχεῖν χρόνον, ἐπειδὴ κατέστειλε τὸ ταραττόμενον αὐτῶν· §11.6.3οὐδένα ὑμῶν, εἶπεν, ἀποστεροῦμεν, ὦ ἄνδρες βουλευταί, λόγου, ὃς ἂν ἐν τῷ προσήκοντι καιρῷ λέγῃ, τοὺς δʼ ἐπιπολάζοντας καὶ πρὶν ἢ κληθῆναι προεξανισταμένους εἴργομεν.
然而,当十人官们看到元老院因这件事而激愤时,立刻对阻止发言和威胁感到后悔;随后,他们中的阿庇乌斯走上前来,央求喧闹的人们稍作等待,在安抚了他们的动荡情绪之后,说道: “元老院议员们,我们并不剥夺你们任何人的发言权,只要他在合适的时候发言;但我们制止那些行为无序、在被指名之前就抢先站起来的人。
μηδὲν οὖν ἀγανακτεῖτε, καὶ γὰρ Ὁρατίῳ καὶ Οὐαλερίῳ καὶ παντὶ ἄλλῳ γνώμην ἀγορεύειν ἐν τῷ ἑαυτοῦ τόπῳ κατὰ τὸν ἀρχαῖον ἐθισμὸν καὶ κόσμον ἀποδώσομεν, ἐάν γε περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶ §11.6.4τούτων λέγωσι καὶ μηδὲν ἔξω·
因此,你们切勿愤慨。 因为无论是对霍拉提乌斯、瓦莱里乌斯还是任何其他人,我们都将允许他们按照古老的习惯和秩序,在各自的席位上发表意见,只要他们是针对我们集会审议的事情,针对这些事情发言,而不涉足其他。
ἐὰν δὲ δημαγωγῶσιν ὑμᾶς καὶ διαστασιάζωσι τὴν πόλιν τὰ μὴ πρὸς τὸ πρᾶγμα δημηγοροῦντες, οὐδὲν τότε·
但如果他们对你们进行煽动,发表与主题无关的演说来分裂城市,那那时我们就绝不容许。
τὴν δʼ ἐξουσίαν τοῦ κωλύειν τοὺς ἀκοσμοῦντας, ὦ Μάρκε Ὁράτιε, παρὰ τοῦ δήμου λαβόντες ἔχομεν, ὅτε ἡμῖν καὶ τὴν τῶν ὑπάτων καὶ τὴν τῶν δημάρχων ἀρχὴν ἐψηφίσαντο, καὶ ὁ χρόνος αὐτῆς οὔπω παρελήλυθεν, ὥσπερ σοι δοκεῖ.
至于制止无序者的权力,马尔库斯·霍拉提乌斯啊,这是我们从民意那里获得并保有的,当时他们投票授予了我们执政官和保民官的双重官职,且这官职的期限并没有像你所想的那样已经过去。
§11.6.5οὐ γὰρ εἰς ἐνιαυτὸν ἀπεδείχθημεν, οὐδʼ εἰς ἄλλον τινὰ χρόνον ὡρισμένον, ἀλλʼ ἕως ἂν καταστησώμεθα πᾶσαν τὴν νομοθεσίαν.
因为我们并非被任命为期一年,也不是为了任何其他确定的期限,而是直到我们建立起全部的立法。
συντελέσαντες οὖν, ὅσα κατὰ νοῦν ἔχομεν, καὶ κυρώσαντες τοὺς λοιποὺς νόμους, τότʼ ἀποθησόμεθα τὴν ἀρχὴν καὶ λόγον τῶν πεπραγμένων τοῖς βουλομένοις ὑμῶν ὑφέξομεν.
因此,在完成了我们心中所想的一切,并批准了其余的法律之后,那时我们将卸下官职,并向你们中希望的人交代我们的所作所为。
τέως δʼ οὐδὲν ἐλαττώσομεν οὐδὲ τῆς ὑπατικῆς ἐξουσίας οὐδὲ §11.6.6τῆς δημαρχικῆς.
在此期间,我们绝不会削弱执政官的权力或保民官的权力。
περὶ δὲ τοῦ πολέμου, τίνα χρὴ τρόπον ὡς τάχιστα καὶ κάλλιστα τοὺς ἐχθροὺς ἀμύνασθαι, γνώμας ἀξιῶ παριόντας ὑμᾶς λέγειν, πρώτους μέν, ὥσπερ ἐστὶ σύνηθες καὶ πρέπον ὑμῖν, τοὺς πρεσβυτέρους, ἔπειτα τοὺς μέσους, τελευταίους δὲ τοὺς νεωτάτους.
但关于战争,应当以何种方式最迅速、最完美地抵御敌人,我要求你们走上前来发表意见——首先,正如对你们来说是习惯且合宜的那样,是年长者,然后是中年者,最后是最年轻者。 ”

词汇与语法注释

  1. §11.6.1εἰ μὴ σιωπήσει — 间接引语中的将来直说语气。在表示将来的条件从句中,即使在过去时态的语境下(由历史现在时 περιίστανται 和分词 ἀπειλοῦντες 构成),说话者原话中的直说语气将来时(“如果你不保持安静,我们将把你摔下去”)仍得以保留。
  2. §11.6.2τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς — 非人称动词 μεταμέλει(后悔)的句法。后悔的主体用与格(τοῖς δέκα)表示,后悔的对象用属格(τῆς τε κωλύσεως ... καὶ τῆς ἀπειλῆς)表示。
  3. §11.6.4περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶ τούτων — 关系代名词 ὧν 的格吸引(本应是宾格 ἃ 作 βουλευσόμενοι 的宾语,但被主句中 περὶ τούτων 的前置词 περὶ 吸引而变为属格)。为了强调,作为先行词的指示代词短语 περὶ τούτων 被置于关系从句之后。
  4. §11.6.4οὐδὲν τότε — 与条件从句 ἐὰν δὲ δημαγωγῶσιν... 相对应的归结从句中动词的省略。在语意上,此处省略了诸如“那时我们绝不(容许)任何事”或“那时什么也(不行)”(例如 οὐδὲν ἐπιτρέψο门)等强烈的否定表达。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.6.1-11.6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.6.1-11.6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。