§11.60.1θορύβου δέ, ὅπερ εἰκός, ἐπὶ τῇ γνώμῃ γενομένου διὰ τὸ μὴ πᾶσι τοῖς μέρεσιν αὐτῆς εὐαρεστεῖν ἀμφοτέρους παρελθὼν ὁ ὕπατος τρίτον ἠρώτα Γάϊον Κλαύδιον, ὃς ἐδόκει τῶν προεστηκότων τῆς ἑτέρας τάξεως τῆς ἐναντιουμένης τοῖς δημοτικοῖς αὐθαδέστατος εἶναι καὶ δυνατώτατος.
针对这一意见,自然产生了一阵骚动,因为双方对该提案的每个部分都不尽满意。 于是执政官上前,第三个提问盖乌斯·克劳狄乌斯,他在反对平民的另一阶级的领袖中,被认为是最傲慢且最有势力的。
§11.60.2οὗτος ἐκ παρασκευῆς διεξῆλθε λόγον κατὰ τῶν δημοτικῶν, πάνθʼ ὅσα ἔδοξε πώποτε ἐναντία τοῖς καλοῖς καὶ πατρίοις ἐθισμοῖς ὑπομιμνήσκων, οὗ κεφάλαιον ἦν, εἰς ὃ κατέσκηπτεν ἡ γνώμη, μηδεμίαν ἀποδιδόναι τῇ βουλῇ διάγνωσιν ὑπὲρ τοῦ νόμου τοὺς ὑπάτους, μήτʼ ἐν τῷ παρόντι χρόνῳ μήθʼ ὕστερον, ὡς ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας εἰσφερομένου καὶ συγχεῖν μέλλοντος ἅπαντα τὸν κόσμον τῆς πολιτείας.
他有备而来,发表了针对平民的演讲,使人们想起所有曾被认为违反优良和祖传习俗的事情。 这篇演讲的要点——即他的意见所归结的地方——在于,执政官们无论在目前还是在以后,都不应将关于该法律的任何决定权转交给元老院,因为该法律是为了瓦解贵族政治而引入的,并且将会把国家体制的整个秩序引入混乱。
§11.60.3γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων·
针对这一意见产生了更大的骚乱,第四位起立的是被叫到名字的提图斯·杰努基乌斯,他是其中一位执政官的兄弟。
ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον·
他简短地谈到了笼罩城市的危局,指出两个最艰难的境遇中,必有一个不可避免地降临到城市头上:要么由于国内的纷争和名利之争而壮大敌人的势力,要么在渴望击退外来侵略者的同时,以糟糕的方式平息国内和公民内部的战争。
§11.60.4ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτʼ αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν.
他说,既然存在着两个违背意愿也必须承受的祸害,在他看来,这一个似乎更为有利:即元老院容许平民夺走祖传国制秩序的一部分,而不是让城市在异族和敌人面前成为笑柄。
§11.60.5ταῦτʼ εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατʼ οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δʼ ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν· ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν.
说了这些话之后,他提出了在私邸会议上到场者所赞同的方案,正如我所说,这是由克劳狄乌斯建议的:即用军政官代替执政官来任命,贵族中选三人,平民中选三人,他们享有执政官的权力;当这些人任期结束,需要指定新官员时,元老院和平民再次聚集,决定他们是希望由执政官还是由军政官来接管权力。
ὅ τι δʼ ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτʼ εἶναι κύριον.
而经投票后被所有人认可的决定,即具有法律效力。
ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθʼ ἕκαστον ἐνιαυτόν.
并且,这一预案每年都要执行。