Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.58.1-11.58.4

执政官杰努基乌斯的辩白与妥协承诺

第 858 段,共 962 段 · 希腊语

内容简介

针对卡努莱乌斯的批评,执政官杰努基乌斯起而自辩,解释了仅召集亲近议员的原因,并通过承诺在审议法案时最先邀请亲平民的年轻议员发表意见,以平息众人的愤怒。

§11.58.1τοιαῦτα Γαΐου Κανοληίου μετὰ πολλοῦ σχετλιασμοῦ λέγοντος καὶ τῶν μὴ παραληφθέντων εἰς τὸ συνέδριον βουλευτῶν πρὸς ὀργὴν δεξαμένων τὸ πρᾶγμα παρελθὼν ἅτερος τῶν ὑπάτων Γενύκιος ἀπολογεῖσθαι καὶ πραΰνειν τὰς ὀργὰς αὐτῶν ἐπειρᾶτο διδάσκων, ὅτι τοὺς μὲν φίλους παραλάβοιεν, οὐχ ἵνα τι κατὰ τοῦ δήμου διαπράξαιντο, ἀλλʼ ἵνα μετὰ τῶν ἀναγκαιοτάτων βουλεύσαιντο, τί πράττοντες οὐδʼ ὁποτέραν δόξουσιν ἐλαττοῦν τῶν αἱρέσεων, πότερον ταχεῖαν ἀποδιδόντες τῇ βουλῇ περὶ τοῦ νόμου διάγνωσιν ἢ §11.58.2χρονιωτέραν.
在盖乌斯·卡努莱乌斯怀着极大的愤慨说出这些话,且那些未被邀请参加会议的元老院议员们愤怒地对待此事时,两位执政官中的另一位杰努基乌斯走上前,企图进行辩解并平息他们的愤怒,解释道:他们邀请自己的朋友,并不是为了针对平民做出什么事情,而是为了与最亲近的人商议,采取何种行动才不至于显得削弱了任何一个选择——是向元老院提供关于该法律的迅速审查,还是较为延期的审查。
Ὁράτιον δὲ καὶ Οὐαλέριον οὐκ ἄλλης τινὸς χάριν αἰτίας μὴ παραλαβεῖν εἰς τὸ συνέδριον, ἀλλʼ ἵνα μή τις ὑποψία περὶ αὐτῶν παρʼ ἀξίαν ᾖ τοῖς δημοτικοῖς, ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας, ἐὰν ἄρα ἐπὶ τῆς ἑτέρας γένωνται γνώμης, τῆς ἀξιούσης ἀναβαλέσθαι τὴν ὑπὲρ τοῦ νόμου διάγνωσιν εἰς ἕτερον καιρὸν ἐπιτηδειότερον.
而关于荷拉提乌斯和瓦莱里乌斯,他说他们未邀请其参加会议并不是出于其他任何原因,而只是为了防止平民对他们产生不公正的怀疑,仿佛他们改变了政治立场,如果他们碰巧赞同了另一种意见,即要求将关于该法律的审查延期到另一个更合适的时间。
ἐπειδὴ δʼ ἅπασι τοῖς παραληφθεῖσιν ἡ συντομωτέρα διάγνωσις ἀμείνων ἔδοξεν εἶναι τῆς βραδυτέρας, πράττειν ὡς ἐκείνοις ἐφάνη.
而由于在所有被邀请的人看来,较迅速的审查比延期的审查更好,所以他们便按照那些人的决定去行事。
§11.58.3ταῦτʼ εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις, §11.58.4ἀλλʼ ἔργοις.
说完了这些话,并向神明起誓自己确实说的是实话之后,他还说,他们以及从元老院议员中被邀请的人,都将洗刷所有的诽谤,不是用言辞,而是用行动。
ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια, πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτʼ ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς διʼ ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλʼ ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους.
因为当那些想要对该法律进行控诉和辩护的人阐述完正当理由之后,执政官在询问意见时首先要指名的,并不是元老院议员中最年长、最受尊敬的人(根据祖传的习惯,这一特权也被赋予了他们),也不是那些被平民怀疑对平民没有任何好话或好意的人,而是要从年轻的议员中指名那些显得最倾向平民的人。

词汇与语法注释

  1. 11.58.1τί πράττοντες οὐδʼ ὁποτέραν δόξουσιν ἐλαττοῦν τῶν αἱρέσεων — 分词 πράττοντες 表示条件(“通过采取何种行动”),在间接疑问句(τί...)中修饰将来直陈式 δόξουσιν。它描述了执政官们商议的内容:“通过采取何种行动,他们才不至于显得削弱了任何一个选择(迅速审查还是延期)”。
  2. 11.58.2ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας — 这是由 ὡς 引导的属格绝对结构(省略了指代荷拉提乌斯和瓦莱里乌斯的第三人称复数代词)。它表达了平民们主观的看法或猜疑(“仿佛他们改变了政治立场”),详细说明了这种怀疑(ὑποψία)的具体内容。
  3. 11.58.4πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν — 这是一个“对格加不定式”结构,其中不定式 καταλέγειν(指名、列出)的逻辑主语是执政官(杰努基乌斯本人)。它延续自 §11.58.3 中由 ἔφη(他说)引入的间接引语,表明执政官将首先指名谁来发表意见。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.58.1-11.58.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.58.1-11.58.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。