Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.56.1-11.56.6

设立军事保民官的妥协案与保民官的戒备

第 856 段,共 962 段 · 希腊语

内容简介

克劳狄乌斯提出妥协方案,主张设立军事执政官而非向平民出让执政官职位,并确保其中贵族人数不少于平民。护民官对贵族的秘密集会深感警惕,召集了自己的会议以商讨应对策略。

§11.56.1ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος· οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν·
当被召集到会议的其他人也赞同这一意见时,克劳狄乌斯接过话茬说道:“我并非不知道,如果我们允许平民对这项法律进行投票,将给我们所有人奠定多么巨大的灾难基础。
οὐκ ἔχων δʼ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι τοῖς ὑμετέροις.
然而,由于不知该如何是好,也无法独自反对你们这么多人,我顺从你们的意愿。
§11.56.2δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν.
因为每个人表达自己认为对国家有益的意见是正确的,而服从多数人的决定也是正确的。
ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθʼ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ §11.56.3θεμιτόν ἐστι τυγχάνειν·
不过,在面临艰难且违背意愿的处境时,我还是可以给你们提出以下建议:无论现在还是将来,执政官职位都绝不让给贵族以外的任何人,因为只有他们获得这一职位才是神圣且合法的。
ὅταν δʼ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν.
而当你们像现在这样被迫必须与其他公民分享最大权力和官职时,你们应当任命军事执政官来代替执政官,并限定他们的一定人数——因为在我看来,八人或六人就足够了——且在这些人中,贵族的人数不得少于平民。
ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς.
因为这样做,你们既不会把执政官的权威降低给那些卑微且不配的人,也不会因不与平民分享任何官职而显得是在为自己建立不公的独裁统治。
§11.56.4ἐπαινεσάντων δʼ ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος· ἀκούσατʼ, ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν.
” 在所有人赞成这一意见且无人提出异议时,他说道:“请听我能给身为执政官的你们提出什么建议。
ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, λόγον ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι·
提前宣布一天,在这一天你们将批准元老院的决议和决定,给那些为法律辩护的人和指控该法律的人提供发言机会。
ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς γνώμας ἐρωτᾶν, μήτʼ ἀπʼ ἐμοῦ ἄρξησθε μήτʼ ἀπὸ κοιντίου τουδὶ μήτʼ ἀπʼ ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλʼ ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν.
发言完毕后,在应当询问意见时,既不要从我开始,也不要从这里的昆克提乌斯开始,也不要从其他任何年长者开始,而要从元老院议员中最亲平民的卢基乌斯·瓦莱里乌斯开始,在此之后,如果荷拉提乌斯想说什么,就请他发言。
ὅταν δὲ τὰς παρʼ ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε λέγειν.
当你们审视了他们的意见之后,再命令我们这些年长者发言。
§11.56.5ἐγὼ μὲν οὖν τὴν ἐναντιουμένην γνώμην τοῖς δημάρχοις ἀποδείξομαι πάσῃ τῇ παρρησίᾳ χρώμενος — τουτὶ γὰρ τῷ κοινῷ συμφέρει — τὸ δὲ περὶ τῶν χιλιάρχων πολίτευμα, εἰ βουλομένοις ἐστίν, εἰσηγείσθω Τίτος Γενύκιος οὗτος·
因此,我将尽我所有的坦诚,发表反对护民官的意见——因为这对国家是有益的——但关于军事执政官的政策,如果你们愿意的话,就由这位提图斯·格努基乌斯来提出。
πρεπωδεστάτη γὰρ ἡ γνώμη καὶ ὑποψίαν ἥκιστα παρέξουσα γένοιτʼ ἄν, ἐὰν οὗτος αὐτὴν ὁ §11.56.6σὸς ἀδελφός, ὦ Μάρκε Γενύκιε, λέγῃ.
因为如果由他,你的兄弟,马尔库斯·格努基乌斯,来宣读这一意见,那将是最得体且最不易引起怀疑的。
ἐδόκει καὶ ταῦτα ὀρθῶς ὑποτίθεσθαι, καὶ οἱ μὲν ἀπῄεσαν ἐκ τοῦ συλλόγου, τοῖς δὲ δημάρχοις δέος ἐνέπιπτε πρὸς τὴν ἀπόρρητον τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ κακῷ τινι τοῦ δήμου μεγάλῳ γενομένην, ἐπειδὴ κατʼ οἰκίαν τε συνήδρευσαν, ἀλλʼ οὐκ ἐν τῷ φανερῷ, καὶ οὐδένα τῶν προεστηκότων τοῦ δήμου κοινωνὸν τῶν βουλευμάτων παρέλαβον, καὶ μετὰ τοῦτο συνέδριον αὐτοὶ πάλιν ἐκ τῶν φιλοδημοτάτων συναγαγόντες ἀλεξήματα καὶ φυλακὰς ἀντεμηχανῶντο πρὸς τὰς ἐπιβουλάς, ἃς ἐκ τῶν πατρικίων ἔσεσθαι σφίσιν ὑπώπτευον.
” 这些建议也被认为提得正确,于是他们离开了集会。 但护民官们对这些人的秘密会面产生了恐惧,认为这是为了平民的某种巨大灾祸而召集的,因为他们是在私宅里而不是在公开场合聚集,并且没有让任何平民领袖参与他们的密谋。 在此之后,护民官们自己也重新召集了最亲平民的公民会议,针对他们怀疑会来自贵族的阴谋,谋划了防御和防卫措施。

词汇与语法注释

  1. 11.56.1ταύτῃ προσθεμένων τῇ γνώμῃ — 中动过去时分词属格复数,与后文的“被召集的其他人”构成属格独立分词(绝对属格)结构,并支配与格的“这一意见”。
  2. 11.56.2ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν — 连词 ὡς 附加在介词短语上,表达一种主观的评估或作为前提条件的定性,意为“(就好像)在艰难且违背意愿的处境中”。
  3. 11.56.3ἀποχρῆς — 此处的 ἀποχρῆς 是不定式 ἀποχρῆν(足够)的抄本异文或不规则形式,作为非人称动词 δοκεῖ 的主语不定式使用。
  4. 11.56.5εἰ βουλομένοις ἐστίν — 与格的习惯用法,用以表达相关人员的态度,字面意思是“如果对于希望的人来说是如此”(即“如果你们愿意的话”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.56.1-11.56.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.56.1-11.56.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。