Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.54.1-11.54.5

对外危机下的征兵决议与护民官的阻挠

第 854 段,共 962 段 · 希腊语

内容简介

面对外敌入侵和同盟国的求援,元老院决定征兵,但护民官们强烈反对征兵,并誓言在关于执政官选举的法案获得预审通过之前,将阻止通过任何其他决议。

§11.54.1ἑλκομένου δὲ τοῦ χρόνου διακενῆς ἧκον εἰς τὴν πόλιν ἀπὸ τῶν συμμάχων ἄγγελοι λέγοντες, ὅτι πολλῇ στρατιᾷ μέλλουσιν ἐλαύνειν ἐπʼ αὐτοὺς Αἰκανοί τε καὶ Οὐολοῦσκοι, δεόμενοι βοήθειαν ἀποστεῖλαι σφίσι διὰ ταχέων ὡς ἐν τρίβῳ τοῦ πολέμου κειμένοις.
就在时间徒然流逝之际,同盟国派来使者抵达城中,报告说埃魁人和沃尔西人正准备率大军向他们进军,并请求尽快向他们派遣援军,因为他们正处于战争的通道之中。
§11.54.2ἐλέγοντο δὲ καὶ Τυρρηνῶν οἱ καλούμενοι Οὐιεντανοὶ παρασκευάζεσθαι πρὸς ἀπόστασιν, Ἀρδεᾶται τʼ αὐτῶν οὐκέτι ἦσαν ὑπήκοοι τῆς ἀμφιλόγου χώρας ὀργὴν ἔχοντες, ἣν ὁ Ῥωμαίων δῆμος αἱρεθεὶς δικαστὴς αὑτῷ προσεδίκασεν ἐν τῷ παρελθόντι ἐνιαυτῷ.
据说被称为维伊人的伊特鲁里亚人也在准备叛乱,而阿尔代亚人也不再服从他们,因为对那片争议领土怀有怨恨——在过去的一年里,罗马人民被选为仲裁人,却将该领土判归了自己。
§11.54.3ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν δυνάμεις.
元老院得知此事后,决定征集军队并由两位执政官率军出征。
ἀντέπραττον δὲ τοῖς γνωσθεῖσιν ὑπʼ αὐτῶν οἱ τὸν νόμον εἰσφέροντες ἀφαιρούμενοί τε τοὺς ἀγομένους ὑπʼ αὐτῶν ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, καὶ τιμωρίαν οὐδεμίαν ἐῶντες λαμβάνειν παρὰ τῶν ἀπειθούντων.
然而,那些提出法案的人反对元老院的决定,强行夺回那些被执政官带去进行军事宣誓的人,并且不准对违抗命令的人施加任何惩罚。
§11.54.4πολλὰ δὲ τῆς βουλῆς ἀξιούσης ἐν μὲν τῷ παρόντι χρόνῳ τὴν φιλονεικίαν καταβαλεῖν, ὅταν δὲ τέλος οἱ πόλεμοι λάβωσι, τότε προτιθέναι τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, οἵδε τοσούτου ἐδέησαν εἶξαι τοῖς καιροῖς, ὥστε καὶ περὶ τῶν ἄλλων ἐναντιώσεσθαι τοῖς δόγμασι τῆς βουλῆς ἔλεγον, καὶ οὐδὲν ἐάσειν δόγμα περὶ οὐδενὸς κυρωθῆναι πράγματος, ἐὰν μὴ τὸν ὑπʼ §11.54.5αὐτῶν εἰσφερόμενον προβουλεύσῃ νόμον.
尽管元老院多次恳求,希望他们目前能放下争端,等战争结束时再提出关于选举的法案,但这些人非但没有顺应时势,反而声称对于其他一切事务,他们都将反对元老院的决议,并且除非元老院先对由他们提出的法案进行预审决议,否则他们将不准就任何事情通过任何决议。
καὶ οὐ μόνον ἐν τῷ συνεδρίῳ πρὸς τοὺς ὑπάτους ταῦτʼ ἀπειλῆσαι προήχθησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας, ὅρκους, οἵπερ εἰσὶ μέγιστοι παρʼ αὐτοῖς, κατὰ τῆς ἑαυτῶν πίστεως διομοσάμενοι, ἵνα μηδέ τι τῶν ἐγνωσμένων αὐτοῖς πεισθεῖσιν ἐξῇ καταλύειν.
他们不仅在元老院中对执政官们发出了这样的威胁,而且在公民大会上也同样如此,甚至以自己的信誉发下了在他们看来最庄严的誓言,使得他们即使受到劝说,也无法推翻自己已决定的任何一项事项。

词汇与语法注释

  1. 2289ὡς ἐν τρίβῳ τοῦ πολέμου κειμένοις — 与格现在分词 κειμένοις 与前方的与格代名词 σφίσι(指代同盟国)一致。连词 ὡς 引入主观原因,说明同盟国的主张:“因为他们处于战争的通道(必经之地)上”。
  2. 2290τοσούτου ἐδέησαν εἶξαι — 由 τοσούτου δέω 加上不定式(此处为不定过去时不定式 εἶξαι)构成的惯用句式,意为“远非做某事”或“绝不”。在此处以护民官们为主语,表示“他们非但没有顺应时势”。
  3. 11.54.5ἵνα μηδέ ... ἐξῇ καταλύειν — 在目的从句 ἵνα ... ἐξῇ 中,与格复数分词 πεισθεῖσιν 指代无人称动词 ἐξῇ 的逻辑主语(即与格的 αὑτοῖς,指代护民官们)。否定词 μηδέ 直接修饰 πεισθεῖσιν,构成了强烈的让步语义:“即使他们受到劝说,也绝不(能够撤回)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.54.1-11.54.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.54.1-11.54.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。