§11.52.1μηδὲν δʼ αὐτῶν ἀποκρινομένων, ἀλλʼ ἀγανακτούντων παρελθὼν αὖθις Σκάπτιος ἐπὶ τὸ βῆμα· ἔχετʼ, ἔφη, παρακεχωρημένον, ἄνδρες πολῖται, παρʼ αὐτῶν τῶν διαφερομένων, ὅτι τῆς ἡμετέρας χώρας ἑαυτοῖς μηδὲν προσηκούσης ἀντιποιοῦνται·
然而,当他们未作任何回答,只是表示愤慨时,斯卡普提乌斯再次登上发言台说道:“公民同胞们,争端当事方自己已经向我们让步承认了这一点,即他们正在争夺本属于我们而与他们毫无关系的土地。
πρὸς ταῦτα ὁρῶντες τὰ δίκαια καὶ τὰ εὔορκα ψηφίσασθε.
对此,请看着正义与誓言来投票吧。
§11.52.2ταῦτα τοῦ Σκαπτίου λέγοντος αἰδὼς εἰσῄει τοὺς ὑπάτους ἐνθυμουμένους, ὡς οὔτε δίκαιον οὔτʼ εὐπρεπὲς ἡ δίκη λήψεται τέλος, ἄν τινα ἀμφισβητουμένην ὑφʼ ἑτέρων χώραν δικαστὴς αἱρεθεὶς ὁ Ῥωμαίων δῆμος μηδέποτʼ αὐτῆς ἀντιποιησάμενος ἑαυτῷ προσδικάσῃ τοὺς ἀμφισβητοῦντας ἀφελόμενος·
” 当斯卡普提乌斯说这些话时,执政官们心中升起一种羞耻感,他们考虑到,如果被选为裁判官的罗马人民,在从未对该土地提出过所有权要求的情况下,竟将他人所争执的土地从争端双方手中夺走并判归自己,那么这场裁判的结局既不公正也不体面。
καὶ πολλοὶ σφόδρα ἐλέχθησαν εἰς ἀποτροπὴν τοῦ πράγματος ὑπὸ τῶν ὑπάτων καὶ τῶν ἡγουμένων τῆς βουλῆς λόγοι διακενῆς.
执政官和元老院的领袖们发表了许多言论企图阻止这一行为,但一切都是徒劳。
§11.52.3οἱ γὰρ ἀνειληφότες τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν·
因为那些拿到选票的人说,放任他人占有属于自己的东西是非常愚蠢的,并且认为如果他们宣布阿里奇亚人或阿尔代亚人是这片争议土地的所有者,那将带来不敬神明的结果,因为他们曾发誓要将土地判给他们发现的真正拥有者。
τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδʼ ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθʼ ὅρκου δικάσαντες ἑτέρων ἐπέγνωσαν εἶναι.
他们还对诉讼当事方感到愤怒,因为对方执意选择那些被排斥在土地之外的人作为裁判官,为的是让罗马人以后无法再收回自己的财产,毕竟这是罗马人自己在宣誓裁判后承认属于他人的财产。
§11.52.4ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθʼ ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους·
他们这样考虑并感到愤慨,于是下令为罗马城在每个部落中设立第三个票箱,供人们往里面投放选票。
καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος.
结果,罗马人民以全票通过,成为了争议土地的所有者。
ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη.
这些事便是在这些执政官任内发生的。