Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.45.1-11.45.3

两执政官确立特里布斯会议决议效力的立法

第 845 段,共 962 段 · 希腊语

内容简介

执政官瓦莱里乌斯和奥拉蒂乌斯履行对平民的承诺,在百人队会议上通过了法律,规定部落会议的决议对所有罗马人具有同等效力,从而消除了贵族与平民之间长期的法律争端。

§11.45.1οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτʼ ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δʼ ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις.
正如我所说,在十人委员会解散后,首先在百人队会议上从人民那里获得执政官权力的卢基乌斯·瓦莱里乌斯·波蒂图斯和马尔库斯·奥拉蒂乌斯·巴尔巴图斯,他们本身在性格上倾向于平民,并从祖先那里继承了这一政治立场,因此他们履行了当初劝说平民放下武器时对他们许下的诺言,即他们将为人民的利益治理一切政务。 在贵族们虽然不满但又耻于反对的情况下,他们在百人队会议上通过了法律,其中包括一些我无需记录的其他法律,以及一项特别命令:在部落会议中由人民制定的法律,对所有罗马人具有同等约束力,与将在百人队会议上制定的法律具有同等效力。
τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον, §11.45.2ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας.
对于废除或违反该法的人,还规定了惩罚,一旦定罪,将处以死刑并没收财产。
οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες τοῖς ὑπʼ ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδʼ ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλʼ αὐτὸ μόνοις ἐκείνοις ἴδιον· ὅ τι δʼ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθʼ ἡγούμενοι σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι.
这项法律消除了贵族们以前对平民提出的异议。 因为他们以前不愿服从由平民制定的法律,也绝不认为在部落会议上批准的决议是整个国家共同的决定,而认为那只是平民所特有的;相反,他们认为百人队会议决定的任何事情,对他们自己和对其他公民来说都是具有约束力的规定。
§11.45.3εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν.
正如之前所说,在部落会议中,平民和穷人压倒了贵族,但在百人队会议中,贵族虽然人数远少于其他人,却压倒了平民。

词汇与语法注释

  1. §11.45.1ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι — 连词 ὡς 搭配将来时分词 πολιτευσόμενοι(与主语即两位执政官一致),表示主观的意图或他们所做承诺的具体内容。
  2. §11.45.1τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου — 冠词 τὸν 修饰省略的单数名词 νόμον,由现在时分词 κελεύοντα 修饰。不定式 κεῖσθαι(适用/生效)的逻辑主语是宾格复数名词 τοὺς ... νόμους,其后修饰它的分词 ἔχοντας 与该名词在性、数、格上保持一致。
  3. §11.45.2ὅ τι δʼ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθʼ ἡγούμενοι σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι — 完成时被动不定式 τετάχθαι(被规定/被约束)的逻辑主语是指代整个关系从句的示代词 τοῦτο。与格短语 σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις 表示该规定所适用的对象。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.45.1-11.45.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.45.1-11.45.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。