§11.45.1οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτʼ ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δʼ ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις.
After the dissolution of the decemvirate, Lucius Valerius Potitus and Marcus Horatius Barbatus, who, as I have said, were the first to receive the consular power from the people in the centuriate assembly, being themselves popular in their dispositions and having inherited this political principle from their ancestors, kept the promises which they had made to the plebeians when they persuaded them to lay down their arms, to the effect that they would conduct all public affairs for the benefit of the people, and ratified laws in the centuriate assemblies, while the patricians were displeased but ashamed to speak against them. These laws included certain others which I do not need to record, and one in particular ordering that the laws passed by the people in the tribal assemblies should be equally binding on all Romans, having the same force as those which should be passed in the centuriate assemblies.
τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον, §11.45.2ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας.
Penalties were attached for those who should abrogate or violate this law, namely, death and confiscation of property if they should be convicted.
οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες τοῖς ὑπʼ ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδʼ ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλʼ αὐτὸ μόνοις ἐκείνοις ἴδιον· ὅ τι δʼ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθʼ ἡγούμενοι σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι.
This law put an end to the disputes of the patricians which they had formerly carried on against the plebeians, since they had not deigned to obey the laws enacted by them, nor indeed did they consider the decrees ratified in the tribal assemblies to be common to the whole state, but thought them peculiar to the plebeians alone; whereas they believed that whatever the centuriate assembly should decide was ordained both for themselves and for the other citizens.
§11.45.3εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν.
For it has been said before that in the tribal assemblies the plebeians and the poor prevailed over the patricians, but in the centuriate assemblies the patricians, though far fewer than the others, prevailed over the plebeians.