Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.46.1-11.46.5

弹劾十人委员与阿庇乌斯等人的结局

第 846 段,共 962 段 · 希腊语

内容简介

护民官们逐个弹劾十人委员;首恶阿庇乌斯在审判前死于狱中,奥皮乌斯在被判有罪当天死去,其余委员流亡。企图强占少女的克劳狄乌斯被终身流放,其他协助者则获得免责以平息局势。

§11.46.1τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατʼ αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθʼ ἕνα· ῥᾷον γὰρ οὕτως ὑπελάμβανον εὐμεταχειρίστους ἔσεσθαι.
当这项法律与我所说的其他几项倾向平民的法律一起被执政官批准后,护民官们立刻认为惩罚阿庇乌斯及其同伙的合适时机已经到来,觉得应当对他们提起弹劾。 为了防止他们互相协助,护民官们没有将所有人同时交付审判,而是逐个进行;因为他们认为,这样一来,这些人更容易被处置。
§11.46.2σκοπούμενοι δʼ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τʼ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν.
在考虑从最合适的哪个人开始时,他们决定首先对阿庇乌斯进行清算,因为他不仅因其他种种不公而受到人民的憎恨,还因为最近对那位少女犯下的违法行为。
ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δʼ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ §11.46.3πολλάκις ἤδη συνέβη.
因为他们认为,如果能轻易治罪于此人,他们也将很容易战胜其他人;但如果他们从地位较低的人开始,他们估计公民们对那些最显赫、最后受审的人的愤怒将会减弱,而在最初的审判中,这种愤怒会更加强烈,这种情况在以前已经多次发生。
ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν.
他们如此商定后,拘留了这些人,并指派维尔吉尼乌斯无需抽签直接起诉阿庇乌斯。
εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν.
此后,阿庇乌斯确实被维尔吉尼乌斯在集会中起诉,并在人民面前受到弹劾,他请求给予时间进行辩护。
ἀπαχθεὶς δʼ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δʼ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ.
随后他被带往监狱关押以待审判——因为他未被准予保释——在指定的审判日到来之前,他在狱中死去。 根据大多数人的猜测,他是根据护民官的命令被杀的;而那些希望免除护民官罪名的人则散布谣言说,他是自己用绳子悬梁自尽的。
§11.46.4μετʼ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφʼ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει.
在他之后,斯普里乌斯·奥皮乌斯被另一位护民官普布利乌斯·努米托里乌斯带到人民面前,虽获得了辩护的机会,却被全票判定有罪,被送入监狱后,于当天死去。
οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν.
十人委员会的其余成员在被起诉之前,自愿流亡以自我惩罚。
τὰς δʼ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο. . . οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον.
城市财务官们将那些被处死者和那些……者的财产没收充公。
§11.46.5εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου·
此外,企图将那位少女作为奴隶带走的马尔库斯·克劳狄乌斯也被她的未婚夫伊基利乌斯起诉。
καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δʼ ἀιδίῳ ζημιοῦται, τῶν δʼ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη.
他将罪责推卸给命令他做出违法行为的阿庇乌斯,因而免于死刑,但被处以终身流放。 对于其他曾为寡头政治家提供过违法协助的人,没有任何人受到公诉,而是所有人均获得了免责。
ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.
提出这一政治措施的是护民官马尔库斯·杜埃利乌斯,因为公民们此时已对审判感到厌倦,且预计外敌将会来袭。

词汇与语法注释

  1. 11.46.2ἂν ἄρξαιντο — 间接疑问句(由 ἀπὸ τίνος 引导)中保留了带 ἄν 的希求语气(潜在希求语气),不随主句动词的历史过去时(ἔγνωσαν)而改变。这表现了他们深思熟虑时关于“从谁开始最合适”的可能性。
  2. 11.46.2 — 中性单数关系代词 ὃ 指代的不是紧邻的具体名词,而是前句所述的整个情况(即公民的愤怒在最初的审判中更为激烈,而在后来的审判中会逐渐减弱这一现象)。
  3. 11.46.5τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον — 专有名词 Ἄππιον 作分词 ἐπιτάξαντα 的宾语,而不定式 παρανομεῖν(违法)作为 ἐπιτάξαντα 的补充说明,意为“命令[他]违法的阿庇乌斯”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.46.1-11.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.46.1-11.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。