§11.43.1ὁ δὲ Οὐεργίνιος ὑπό τʼ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν.
而维尔吉尼乌斯出于愤怒以及不再对指挥官们抱有任何恐惧,更加大胆地指责他们,称他们为祖国的害虫和毁灭者,并劝告所有百人队长拔起军旗,带领军队回家。
§11.43.2ὀρρωδούντων δʼ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτʼ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων· ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτʼ ἂν ἄγωσιν, ὅ τε νόμος ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας· §11.43.3ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως·
但大多数人仍害怕移动神圣的军旗,认为抛弃他们的领导者和将军对所有人来说既不虔敬也不安全;因为罗马人最严格遵守的兵役誓言,命令服兵役者无论将军们带领他们去哪里都要跟随,而法律赋予了指挥官处死不服从者的权力,或者处死未经审判就遗弃军旗的人。
ταῦτα δὴ διʼ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη.
维尔吉尼乌斯看到他们确实因这些顾虑而心存戒备,便向他们解释说,法律已经解除了他们的誓言,因为将军应当依法任命后才统率军队,而十人委员会的权力是非法的,已经超过了他们被任命的一年期限。
τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλʼ §11.43.4ἄνοιαν καὶ μανίαν.
顺从那些不依法统治之人的命令,并不是顺从和虔敬,而是愚蠢和疯狂。
ταῦτʼ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος.
听到这些话,他们认为说得对,便互相鼓励,并从神明那里获得了一些勇气,拔起军旗,从营寨中前进。
ἔμελλον δʼ, ὅπερ εἰκὸς ἐν ποικίλοις τʼ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ §11.43.5πλῆθος, ἀλλʼ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων.
正如在性格多样、并非所有人都有着最好意图的群体中是自然的一样,注定会有一些士兵和百人队长留在寡头派身边,只不过他们在人数上并不多,而是远远少于另一方。
οἱ δʼ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου διʼ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι· κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν.
而那些走出营地的人,走了一整天,在夜幕降临时到达了城市,没有任何人预先通报他们的到来,他们让城里的人陷入了不小的混乱,因为人们以为有一支敌军闯了进来;整座城市里充满了呼喊声和无秩序的奔跑。
οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι διʼ αὐτήν.
然而,骚乱并没有持续很长时间,以至于没有因此产生什么危害。
διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τʼ εἰσὶ καὶ ἐπʼ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα.
因为他们穿过狭窄的街道时,大声呼喊说他们是朋友,是为了城市的利益而来的,并且他们用不伤害任何人的行动证明了自己的话。
§11.43.6ἀφικόμενοι δʼ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφʼ ἡσυχίας.
当他们到达被称为阿文提诺的山丘时——这是罗马所包围的山丘中最适合扎营的一座——他们将武器放置在阿耳忒弥斯神庙周围,并在第二天巩固了营地,指派了十名军护民官作为公共事务的主宰,其首领是马尔库斯·奥皮乌斯,随后他们便平静地留驻在那里。