§11.33.1ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλʼ ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε καὶ πελατῶν ὄχλῳ προκαταλαβών.
当他因痛苦和愤怒而几近疯狂地离开广场时,他决心不再将少女留给她的亲属,而是当她被带去履行保释时,用武力将她抢走;为了使自己不受到群众的任何暴力对待,他在自己周围部署了更多的卫兵,并用同伴和被保护民的队伍预先占领了审判台的周围。
§11.33.2ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφʼ οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα καὶ διαδρὰς ἐκ τοῦ χάρακος.
为了在合法的体面借口下进行此事——即以父亲未到场履行保释为由——他将信件交给最信任的骑手,派往营地给维尔吉尼乌斯所在的军团指挥官安东尼乌斯,要求他将此人严加看管,以免他得知关于女儿的事情而从营地中偷偷逃走。
§11.33.3ἔφθησαν δʼ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ §11.33.4τὰ πεπραγμένα διασαφηνίσαντες.
但是少女的亲属,即奴米托里亚斯的儿子和伊基利乌斯的兄弟,抢先了一步;他们在审判刚开始时就被其他人预先派走,这群充满朝气的年轻人放开缰绳、挥舞马鞭驱赶马匹,提早走完了路程,并向维尔吉尼乌斯说明了所发生的事情。
ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατʼ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς· ὅπερ καὶ συνέβη.
维尔吉尼乌斯对安东尼乌斯隐瞒了真实原因,借口获悉某位近亲去世,自己必须依法为其送葬和下葬,从而获准离开;大约在点灯时分,他与年轻人一起走其他道路疾驰,因为他担心来自营地和城市两方面的追捕;而这确实发生了。
§11.33.5ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν, ἴλην ἀπέστειλεν ἱππέων ἐπʼ αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς διʼ ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν.
因为安东尼乌斯在第一更左右收到信件后,派了一队骑兵去追捕他,而从城市派出的其他骑手也整夜看守着从营地通往那里的道路。
ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε τοὺς τῆς κόρης συγγενεῖς.
但当有人向阿庇乌斯报告维尔吉尼乌斯出人意料地已经到达时,他大惊失色,带着一大群随从赶到审判台,命令带上少女的亲属。
§11.33.6προσελθόντων δʼ αὐτῶν ὁ μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς· ἐφʼ οἷς ἅπασι πολὺς ὁ προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ· καὶ παράκλησις, μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν.
当他们走上前时,克劳狄乌斯再次重复了同样的话,要求阿庇乌斯不做任何拖延地审判此案,声称举报人在场,并交出了证人和女奴本人;在所有这些事情中,他大肆装出愤愤不平的样子,抱怨说如果因为自己像以前一样是他的被保护民,就无法获得与其他公民同等的待遇,那是不公的;他还请求不要去帮助那些言辞更显可怜的人,而要帮助那些诉求更合乎正义的人。