§11.35.1ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρεχομένων αὐτῶν ἰσχυρὰ καὶ οὐδένα λόγον ἐναντίον δέξασθαι δυνάμενα καὶ πολὺν ἐν ταῖς συμφοραῖς τῆς κόρης ἔλεον καταχεομένων, οἱ μὲν ἄλλοι πάντες, ὅσοι συνήκουον τῶν λόγων, τῆς τε μορφῆς οἶκτον ἐλάμβανον, §11.35.2ὁπότʼ εἰς τὴν παρθένον ἴδοιεν· καὶ γὰρ ἐν ἐσθῆτι οὖσα πιναρᾷ καὶ κατηφὲς ὁρῶσα καὶ τὸ καλὸν τῶν ὀμμάτων ἐκτήκουσα τὰς ἁπάντων ἥρπαζεν ὄψεις, οὕτως ὑπεράνθρωπός τις ὥρα περὶ αὐτὴν καὶ χάρις ἦν· καὶ τὸ τῆς τύχης ἀνεκλαίοντο παράλογον, εἰς οἵας ὕβρεις καὶ προπηλακισμοὺς ἐλεύσοιτο ἐξ οἵων ἀγαθῶν.
当他们提出这些以及许多类似的、强有力且不容反驳的证据,并对少女的遭遇倾注极大的同情时,所有听众都对她的容貌产生了怜悯,每当他们看着这位处女时;因为她身着污秽的衣服,低垂着眼帘,美丽的双眼泪水涟涟,夺去了所有人的目光,在她身上散发着某种超乎常人的美貌与优雅;他们也哀悼命运的无常,她竟然要从那样优越的境遇,落入如此这般的侮辱和践踏之中。
§11.35.3εἰσῄει τʼ αὐτοὺς λογισμός, ὅτι τοῦ περὶ τῆς ἐλευθερίας νόμου καταλυθέντος οὐδὲν ἔσται τὸ κωλῦον καὶ τὰς αὐτῶν γυναῖκας καὶ θυγατέρας τὰ αὐτὰ ἐκείνῃ παθεῖν.
他们心中产生了一种想法,即如果关于自由的法律被废除,就没有任何力量能阻止他们自己的妻子和女儿遭受与她相同的命运。
ταῦτά τε δὴ καὶ πολλὰ τούτοις ὅμοια ἐπιλογιζόμενοι καὶ πρὸς ἀλλήλους διαλαλοῦντες ἔκλαιον.
他们思索着这些以及许多类似的事情,并互相谈论着,哭泣起来。
§11.35.4ὁ δὲ Ἄππιος, οἷα δὴ φύσιν τε οὐ φρενήρης ἀνὴρ καὶ ὑπὸ μεγέθους ἐξουσίας διεφθαρμένος, οἰδῶν τε τὴν ψυχὴν καὶ ζέων τὰ σπλάγχνα διὰ τὸν ἔρωτα τῆς παιδός, οὔτε τοῖς λόγοις τῶν ἀπολογουμένων προσεῖχεν οὔτε τοῖς δάκρυσιν αὐτῆς ἐπεκλᾶτο, τήν τε συμπάθειαν τῶν παρόντων διʼ ὀργῆς ἐλάμβανεν, ὡς αὐτὸς δὴ πλείονος ὢν ἄξιος ἐλέου καὶ δεινότερα ὑπὸ τῆς δεδουλωμένης αὐτὸν εὐμορφίας πεπονθώς.
然而阿庇乌斯,本性就不是一个理智的人,又因权势之大而腐败,由于对少女的色欲而使得灵魂膨胀、内脏沸腾,他既不理会辩护者的言辞,也不为她的眼泪所动容,反而愤怒地看待在场众人的同情,仿佛他自己才更值得同情,且因那奴役了他的美貌而遭受了更可怕的折磨。
§11.35.5διὰ δὴ ταῦτα πάντα οἰστρῶν λόγον τε ὑπέμεινεν εἰπεῖν ἀναίσχυντον, ἐξ οὗ καταφανὴς ἐγένετο τοῖς ὑπονοοῦσιν, ὅτι τὸ συκοφάντημα κατὰ τῆς κόρης αὐτὸς ἔγραψε καὶ ἔργον ἐτόλμησε τυραννικὸν πρᾶξαι καὶ ὠμόν.
正是因为这一切,他利令智昏,竟然说出了一番无耻的话,由此向那些心存怀疑的人昭示:针对少女的诬告正是他自己一手炮制的,并且他竟敢做出如此专横和残酷的勾当。