Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.22.1-11.22.8

十人官的专横与公民的逃亡及结社

第 822 段,共 962 段 · 希腊语

内容简介

随着十人官的暴政达到顶峰,公民们纷纷逃离罗马,选择建立私下结社或流亡,而阿庇乌斯及其同伙则不公正地没收了逃亡者的财产以赏赐其支持者。这种傲慢的统治激怒了贵族和平民,为十人官制的最终倒台铺平了道路。

§11.22.1μετὰ τοῦθʼ οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ §11.22.2στρατιᾶς γένωνται κύριοι·
在此之后,寡头党派中那些傲慢且大胆的人得意洋洋地四处走动,仿佛他们确实已经优于他人,并且已经安排妥当,一旦他们掌握了武器和军队,他们的统治就绝不会再被推翻。
οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ὡς οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δʼ ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων· ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει τῆς πολιτείας.
而那些对国家怀有最美善意愿的人,则处于痛苦和极度恐惧的状态中,因为他们料想自己将不再掌握任何国家事务,于是分裂成了许多派别。 那些天性较为懦弱的人,被迫向统治者妥协一切,并将自己归入寡头派系中;而那些不那么胆怯的人,则退出了对公共事务的关心,转而适应一种闲散的生活;至于那些性格中具有高度高贵品质的人,则纷纷建立私下的结社,为了彼此的保护和政体的变革而达成共识。
§11.22.3τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτʼ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτʼ ἐκ τοῦ δολίου.
这些结社的领袖是卢基乌斯·瓦莱里乌斯和马尔库斯·霍拉提乌斯,他们是在元老院中首先敢于提出废除十人官制的人。 他们用武器加固了自己的住宅,并在身旁配备了由奴仆和依附民组成的强有力卫队,以免遭受暴力或阴谋的伤害。
§11.22.4ὅσοις δʼ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδʼ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τʼ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν.
然而,许多人既不愿意谄媚统治者的权势,也不认为对公共事务不闻不问或在无所事事的闲适中生活是光荣的,但全力抗争又并非易事,因为试图推翻如此庞大的统治权似乎是愚蠢的,于是他们离开了这座城市。
ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτʼ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν.
这些人的领袖是显赫的人物盖乌斯·克劳狄乌斯,他是十人官制最高首领阿庇乌斯的叔叔。 他实践了自己在元老院中对侄子做出的许诺——当时他要求侄子放弃职位却未能说服他。
ἠκολούθει δʼ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος, §11.22.5πολὺς δὲ πελατῶν.
跟随他的有大批的同伴,以及大批的依附民。
τούτου δʼ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατʼ ὀλίγους, ἀλλʼ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον.
由于他带了头,其余的公民群众也不再暗中和零星地,而是公开且成群结队地,带着妻子儿女离开了祖国。
οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τʼ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δʼ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ §11.22.6τοῦ δήμου πριαμένοις ἐχαρίσαντο.
阿庇乌斯及其同伙对正在发生的事情感到愤怒,曾试图通过关闭城门和逮捕某些人来进行阻止。 但随后——因为他们产生了一种恐惧,担心被阻止的人会转而诉诸武力,而且他们也做出了正确的判断,认为敌人离开比留下来找麻烦对他们更有利——于是他们打开了城门,任由想要离开的人离去。 而对于这些人的房屋、土地以及其他因无法在流亡中携带而留下的所有财产,他们名义上以“逃避兵役”的罪名予以没收;但实际上,他们却将这些财产赠送给了自己的同伙,仿佛是他们从局民手中买来的一样。
ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς.
这些暴行加在先前的罪行之上,使贵族和平民对十人官制产生了深得多的敌意。
εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον·
因此,如果他们没有在上述事情之外再犯下任何过错,在我看来,他们本可以在同样的权力上维持很长时间。
ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων, §11.22.7δι’ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς·
因为维持他们统治的党争依然存在于城市中,这是由于许多原因并在很长一段时间内增长起来的,由于这种党争,双方都对彼此的灾难感到幸灾乐祸。
οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο·
平民看到贵族的傲慢被挫败,元老院不再掌握任何公共事务而感到高兴;而贵族则因为十人官剥夺了平民的护民官权力,看到平民失去自由、毫无一丝力量而感到高兴。
αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτʼ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτʼ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον.
然而,十人官对双方都表现出极大的傲慢,既不在军营中有所节制,也不在城市中保持审慎,这迫使所有人达成一致,并在因战争而掌握了武器之后,推翻了他们的统治。
§11.22.8τὰ δʼ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ διʼ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.
他们最后的过错,以及他们因此被民众推翻的原因——因为他们确实通过侮辱民众而激怒了他们——如下。

词汇与语法注释

  1. §11.22.1διαπεπραγμένοι — 在连词 ὡς 控制下的完成时中动/被动分词,此处作主动意义使用(表示“已经达成、已经安排妥当”)。它带有一个宾格不定式短语 μηκέτι καταλυθῆναι,表示“仿佛已经安排好使自己的统治不再被推翻”。
  2. §11.22.2ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων — 前两个对比分句(τῶν μὲν... 和 τῶν δʼ...)使用的是属格独立分词结构,而在此分句中,尽管主语是由与格关系从句(ὅσοις... ἦν)引入的,但分词 κατασκευαζομένων 和 συμφρονούντων 依然保持为属格,从而产生了解构上的破格(anacoluthon)。
  3. §11.22.4ὅσοις δʼ οὔτε θεραπεύειν ... βουλομένοις ἦν — 与格表示所有或态度的结构(直译为“对于那些不愿迎合……的人来说”),实际功能等同于主格关系从句(“那些不愿……的人”),并作为主句动词 κατέλιπον 的逻辑主语。
  4. §11.22.5λειποστρατίαν — 字面意思是“逃避兵役”或“擅离职守”。此处指十人官们对那些自发离开罗马的公民强加的罪名,以此为借口没收他们的财产。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.22.1-11.22.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.22.1-11.22.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。