§11.20.1μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δʼ εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον ἔτος οἶμαι τουτί.
“你们一定还记得,正如现在一样,当时也有来自这些完全相同民族的军队入侵,一方侵入我们的领土,另一方侵入我们盟友的领土。 这两起入侵同时发生,当时正值盖乌斯·纳乌提乌斯和卢基乌斯·米努基乌斯担任执政官,我想这大约是九年或十年前的事。
§11.20.2τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπʼ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δʼ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι·
当时,尽管你们向这两个民族派遣了大量优秀的青年,但两位执政官中的一位(米努基乌斯)被迫将营地困于险阻之地,无法取得任何成效,反而被包围在营垒之中,并因缺乏给养而面临被俘的危险。
Ναυτίῳ δʼ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδʼ οἵῳ τʼ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν.
而纳乌提乌斯则在萨宾人对面安营对峙,不得不与同一敌人进行接连不断的战斗,甚至无法援助己方陷入苦战的士兵。
ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδʼ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ §11.20.3τῶν πολεμίων ἀμφοτέρων.
而且显而易见的是,一旦在埃魁人那里的军队被消灭,在两路敌人合兵一处后,与萨宾人作战的军队也将无法支撑。
τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες;
当国家面临如此危机,且城墙内的人们也意见不一时,你们在半夜时分聚集到议事堂,找到了什么救治良方呢?
ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος,
正是这一良方,无可否认地挽救了所有局面,并使行将坠入不幸深渊的城邦重新振作起来——你们废除了所有其他官职,设立了一个对战争与和平拥有全权的国家单一最高官职;在天亮之前,优秀的卢基乌斯·昆克提乌斯已被任命为独裁官。
§11.20.4οὐδʼ ἐν τῇ πόλει τότʼ ὤν, ἀλλʼ ἐν ἀγρῷ.
他当时甚至不在城里,而是在乡下。
τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε·
他在这之后的功绩,想必你们是知道的:他筹备了充足的军力,营救了处于危险之中的营地,惩罚了敌人,并俘获了他们的将军。
καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους·
他仅在十四天内就完成了所有这些事情,并纠正了城邦政治中其他不健全之处,随后便放下了法西斯权标。
καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων ὑμῶν.
只要你们愿意,就没有任何障碍能阻止在一天之内确立新的官职。
τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν· ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός·
我认为我们应当效仿这一先例,既然我们别无他法,就应该在离开这里之前选出一位独裁官;因为如果我们错过了这个时机,十人官将再也不会召集我们讨论任何事情。
§11.20.5ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν·
为了使独裁官的任命也符合法律,我们应该选出间王职,从公民中挑选最合适的人选。
ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτʼ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε.
当你们既没有国王,也没有执政官,又没有任何其他法定官职时——正如你们现在没有一样——这样做对你们来说已成惯例。
τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος, §11.20.6καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται.
因为对这些男人们来说,他们的任职期限已经届满,法律已经剥夺了他们的法西斯权标。
ταῦτʼ ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά.
元老们,这些就是我建议你们去做的事情,既有益又可行。
ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν.
而科尔内利乌斯所提出的意见,无可否认是向你们贵族政治的毁灭。
ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθʼ ἡμῶν αὐτοῖς χρήσωνται.
因为一旦十人官借着这次战争的借口掌握了武器,我担心他们会对我们使用这些武器。
οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται;
那些连放下法西斯权标都不情愿的人,难道真的会放下武器吗?
λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε.
因此,考虑到这些,你们要防范这些人,看穿他们的一切欺骗。
κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.
因为预见优于事后追悔,不信任恶人比先信任他们然后再去指责要更为明智。 ”