§11.3.1ἐρημουμένης δὲ τοῦ κρείττονος ἔθνους τῆς πόλεως καὶ τὸ ἐλεύθερον ἅπαν ἀπολωλεκυίας ἀφορμὴν κρατίστην ὑπολαβόντες ἐκεῖνοι οἱ πολέμῳ κρατηθέντες ὑπʼ αὐτῆς τάς τε ὕβρεις ἃς ὑβρίσθησαν ἀποτίσασθαι καὶ τὰ ἀπολωλότα ἀναλαβεῖν, ὡς νοσούσης διὰ τὴν ὀλιγαρχίαν τῆς πόλεως καὶ οὔτε συστῆναι οὔθʼ ὁμονοῆσαι οὔτʼ ἀντιλαβέσθαι τῶν κοινῶν ἔτι δυνησομένης, παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον ἐλαύνουσιν ἐπʼ αὐτὴν στρατεύμασι μεγάλοις.
由于城市失去了较优秀的阶层,并完全丧失了自由,那些曾被她在战争中征服的人们,认为得到了报复所受屈辱和收复失地的大好时机,并相信城市因寡头统治而病入膏肓,已无法再团结一致、同心协力或应对国事,于是他们做好战争准备,率领大军向城市进发。
§11.3.2καὶ κατὰ τὸν αὐτὸν χρόνον Σαβῖνοι ἐμβαλόντες εἰς τὴν ὁμοτέρμονα καὶ πολλῆς γενόμενοι λείας ἐγκρατεῖς φόνον τε πολὺν ἐργασάμενοι τοῦ γεωργικοῦ πλήθους ἐν Ἠρήτῳ κατεστρατοπέδευσαν·
与此同一时期,萨宾人入侵了接壤的领土,夺取了大量战利品,并对务农的民众进行了惨重屠杀,随后在埃雷图姆驻扎下来。
διέστηκε δʼ ἀπὸ τῆς Ῥώμης ἡ πόλις αὕτη τετταράκοντα καὶ ἑκατὸν σταδίους πλησίον οὖσα §11.3.3Τιβέρεως ποταμοῦ.
这座城市距离罗马有一百四十斯塔德,临近提贝里乌斯河。
Αἰκανοὶ δʼ εἰς τὴν Τυσκλάνων γῆν ἐμβαλόντες ὅμορον οὖσαν σφίσι καὶ πολλὰ δῃώσαντες αὐτῆς ἐν Ἀλγιδῷ πόλει τίθενται τὸν χάρακα.
另一方面,埃奎人侵入与他们接壤的图斯库卢姆人的领地,在蹂躏了其中的大部分地方后,在阿尔吉杜斯城驻扎。
ὡς δʼ ἤκουσαν οἱ δέκα τὴν τῶν πολεμίων ἔφοδον, τεταραγμένοι συνεκάλουν τὰς ἑταιρείας, καὶ μετὰ τούτων ὅ τι χρὴ πράττειν ἐσκόπουν.
当十人官听到敌人的入侵时,他们惊慌失措,召集起自己的亲信集团,并与他们一起商讨应该采取什么行动。
§11.3.4τὸ μὲν οὖν ὑπερόριον ἀποστέλλειν στρατιὰν καὶ μὴ περιμένειν, ἕως ἐπʼ αὐτὴν ἔλθωσι τὴν πόλιν αἱ τῶν πολεμίων δυνάμεις, ἅπασιν ἐδόκει· παρεῖχε δʼ αὐτοῖς πολλὴν ἀπορίαν, πρῶτον μὲν εἰ πάντας Ῥωμαίους ἐπὶ τὰ ὅπλα κλητέον καὶ τοὺς ἀπεχθομένους τῇ πολιτείᾳ· ἔπειθʼ ὁποίαν τινὰ δεήσει τὴν καταγραφὴν τῶν στρατιωτῶν ποιήσασθαι, πότερον αὐθάδη καὶ μισοπόνηρον οἵας ἔθος ἦν ποιεῖσθαι τοῖς τε βασιλεῦσι καὶ τοῖς ὑπάτοις, ἢ φιλάνθρωπον καὶ μέτριον.
于是,将军队派往境外,而不等到敌军逼近城市本身,这是所有人一致的意见;但这给他们带来了巨大的难题:首先,是否应该征集所有罗马人武装起来,甚至包括那些憎恨现行体制的人;其次,必须进行怎样的士兵征募,是像以往国王和执政官们习惯于进行的那种严厉且惩罚性的,还是温和而适度的。
§11.3.5ἐδόκει τʼ αὐτοῖς οὐδʼ ἐκεῖνο μικρᾶς εἶναι ζητήσεως ἄξιον, τί τὸ κυρῶσον ἔσται τὴν περὶ τοῦ πολέμου γνώμην καὶ τὴν στρατολογίαν ψηφιούμενον, πότερα τὸ συνέδριον τῆς βουλῆς ἢ τὸ δημοτικὸν πλῆθος ἢ τούτων μὲν οὐδέτερον, ἐπεὶ διʼ ὑποψίας ἦν αὐτοῖς ἑκάτερον, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οἱ δέκα.
而且在他们看来,以下问题也同样值得认真探讨:究竟由谁来批准关于战争的决定并投票通过征兵,是元老院会议,还是平民大会,或者由于这两者都令他们心存怀疑而两者都不选,转而由十人官他们自己来决定。
τέλος δʼ οὖν πολλὰ βουλευσάμενοι τὴν βουλὴν ἔγνωσαν συγκαλεῖν καὶ ποιεῖν, ὅπως τόν τε πόλεμον αὐτοῖς ἐκείνη ψηφιεῖται καὶ τὴν τοῦ στρατοῦ §11.3.6καταγραφὴν ἐπιτρέψει ποιήσασθαι.
但最终,经过多次商议,他们决定召集元老院,并设法使元老院为他们表决战争,并允许他们进行军队征募。
εἰ γὰρ ὑπὸ τοῦ συνεδρίου κυρωθείη τούτων ἑκάτερον, πρῶτον μὲν εὐπειθεῖς ἔσεσθαι πάντας ὑπελάμβανον ἄλλως τε καὶ τῆς δημαρχικῆς ἐξουσίας καταλελυμένης, ᾗ μόνῃ κατὰ νόμους ἐξῆν ἐναντιοῦσθαι τοῖς ὑπὸ τῶν δυνατῶν ἐπιταττομένοις· ἔπειτʼ αὐτοὶ δόξειν ὑπηρετοῦντες τῇ βουλῇ καὶ τὰ κυρωθέντα ὑπʼ ἐκείνης πράττοντες κατὰ νόμους ἀνειληφέναι τὴν ἐξουσίαν τοῦ πολέμου.
因为如果这两项措施都得到元老院的批准,他们首先认为所有人都会服从,尤其是因为平民保民官的权力已被废除,而这是法律上唯一允许用来抗衡权贵命令的权力;其次,他们自己通过表现出服务于元老院并执行其批准的决议,在表面上就会显得是依法获得了进行战争的权力。