Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.60.1-10.60.6

第二任十人委员会的暴政与任满后非法留任

第 800 段,共 962 段 · 希腊语

内容简介

十人委员会通过威吓民众、拉帮结派和设立不公法庭来巩固其暴政;尽管他们完成了十二铜表法的编纂,却在一年任期届满后无视选举,违法继续留任。

§10.60.1τοῦτο δὴ θεασαμένοις ἅπασιν, ὃ τῆς βασιλικῆς ἐξουσίας σημεῖον ἐνομίζετο εἶναι, πολὺ παρειστήκει δέος, ὥσπερ ἔφην, ἀπολωλεκέναι νομίζουσι τὴν ἐλευθερίαν καὶ δέκα βασιλεῖς ἑλομένοις ἀνθʼ ἑνός.
目睹了这一切——这被视为王权象征之物——的所有人,正如我所说,心中生起了极大的恐惧,认为他们已经失去了自由,选出了十个国王来代替一个。
τοῦτον δὲ τὸν τρόπον καταπληξάμενοι τοὺς ὄχλους οἱ δέκα ἄνδρες καὶ γνόντες, ὅτι δεῖ φόβῳ τὸ λοιπὸν αὐτῶν ἄρχειν, ἑταιρίαν ἕκαστοι συνῆγον ἐπιλεγόμενοι τοὺς θρασυτάτους τῶν νέων καὶ σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους.
十人委员会成员以此种方式使群众陷入恐惧,并意识到今后必须依靠畏惧来统治他们,于是每个人都开始拉帮结派,挑选青年中最胆大妄为且最适合自己心意的人。
§10.60.2τὸ μὲν οὖν ἐκ τῶν ἀπόρων καὶ τῶν ταπεινῶν ταῖς τύχαις τοὺς πλείους φανῆναι τυραννικῆς κόλακας ἐξουσίας, τοῦ κοινοῦ συμφέροντος ἀλλαξαμένους τὰς αὑτῶν ὠφελείας, οὔτε παράδοξον οὔτʼ ἀνέλπιστον ἦν·
因此,那些贫困且命运微贱的人中,大多数人竟表现为僭主权力的谄媚者,用共同的利益来换取自身的私利,这既不奇怪,也不出乎意料。
τὸ δὲ καὶ ἐκ τῶν πατρικίων εὑρεθῆναι συχνοὺς ἔχοντάς τι καὶ ἐπὶ πλούτῳ καὶ ἐπʼ εὐγενείᾳ μέγα φρονεῖν τοὺς ὑπομένοντας συγκαταλύειν τοῖς δεκαδάρχοις τὴν τῆς πατρίδος ἐλευθερίαν, τοῦτο θαυμαστὸν ἅπασιν εἶναι ἐδόκει·
然而,竟然在贵族之中,也发现了许多因财富和高贵出身而自负的人,甘心与十人委员会成员一起摧毁祖国的自由,这在所有人看来都是令人惊异的。
οἱ δὲ πάσαις κολακεύοντες ἡδοναῖς, ὁπόσαι πεφύκασιν ἀνθρώπων κρατεῖν, κατὰ πολλὴν ἄδειαν ἦρχον τῆς πόλεως, βουλὴν μὲν ἢ δῆμον ἐν οὐδεμιᾷ μερίδι τιθέμενοι, πάντων δὲ αὐτοὶ νομοθέται τε καὶ δικασταὶ γινόμενοι, καὶ πολλοὺς μὲν ἀποκτιννύντες τῶν πολιτῶν, πολλοὺς δʼ ἀφαιρούμενοι τὰς οὐσίας ἀδίκως.
而十人委员会成员则用各种足以支配人类的享乐来迎合他们,极其肆无忌惮地统治着城市,完全不把元老院或平民放在眼里,自己充当一切事务的立法者和法官,杀害了许多市民,并不公地剥夺了许多人的财产。
§10.60.3ἵνα δʼ αὐτοῖς εὐπρεπῶς τὰ γινόμενα ἔχῃ παράνομα καὶ δεινὰ ὄντα ὡς δὴ σὺν τῷ δικαίῳ πραττόμενα, δικαστήρια ἐφʼ ἑκάστῳ χρήματι ἀπεδίδοσαν·
为了使他们那些违法和可怕的所作所为具有体面的外观,仿佛是在维护正义一般,他们为每项事务设立了法庭。
ἦσαν δὲ οἵ τε κατήγοροι ὑπʼ αὐτῶν ἐκείνων ἐκ τῶν συγκατασκευαζόντων τὴν τυραννίδα ὑποπεμπόμενοι, καὶ τὰ δικαστήρια ἐκ τῶν ἑταίρων ἀποδεικνύμενα, οἳ διημείβοντο ἀλλήλοις καταχαριζόμενοι τὰς δίκας.
然而,控告者是由他们自己从那些共同密谋建立僭主统治的人中指派的,而法庭则由他们的党羽组成,这些人通过在判决中互相施恩来彼此关照。
§10.60.4πολλὰ δὲ τῶν ἐγκλημάτων καὶ οὐ τὰ ἐλαχίστου ἄξια ἐφʼ ἑαυτῶν οἱ δέκα ἔκρινον, ὥστʼ ἠναγκάζοντο οἱ μειονεκτοῦντες τῷ δικαίῳ προσνέμειν ἑαυτοὺς ταῖς ἑταιρίαις, ἐπειδὴ τὸ ἀσφαλὲς οὐκ ἐνῆν ἄλλως αὐτοῖς ἔχειν, καὶ ἐγένετο σὺν χρόνῳ πλεῖον τοῦ ὑγιαίνοντος ἐν τῇ πόλει τὸ διεφθαρμένον καὶ νοσοῦν.
这十人还亲自审判了许多诉讼,而且这些诉讼绝非无足轻重,因此在法律上处于不利地位的人被迫投靠他们的帮派,因为他们别无他法来保障自身安全。 随着时间的推移,城中腐败和病态的部分变得比健康的部分还要多。
οὐδὲ γὰρ ἠξίουν ἔτι μένειν ἐντὸς τείχους, οἷς τὰ πραττόμενα ὑπὸ τῶν δεκαδάρχων ἀνιαρὰ ἦν, ἀλλʼ ἀνεχώρουν εἰς τοὺς ἀγροὺς τὸν τῶν ἀρχαιρεσίων σκοποῦντες χρόνον ὡς ἀποθησομένων τῶν δέκα ἀνδρῶν τὰς δυναστείας, ὅταν τὸν ἐνιαύσιον ἐκτελέσωσι χρόνον, καὶ ἀποδειξόντων ἑτέρας ἀρχάς.
因为那些对十人委员会成员的所作所为感到痛苦的人,已不再愿意留在城墙之内,而是退往乡间,密切注视着选举的时刻,期盼这十人在一年的任期届满时放弃他们的统治权,并指定其他的官职。
§10.60.5οἱ δὲ περὶ τὸν Ἄππιον τοὺς λοιποὺς συγγράψαντες νόμους ἐν δέλτοις δυσὶ καὶ ταύτας ταῖς πρότερον ἐξενεχθείσαις προσέθηκαν·
在此期间,阿皮乌斯及其同僚将剩余的法律编纂在两块铜表上,并把它们附加到先前公布的法律中。
ἐν αἷς καὶ ὅδε ὁ νόμος ἦν, μὴ ἐξεῖναι τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπιγαμίας συνάψαι·
在这些法律中,也包含了这样一条法令:贵族不得与平民通婚。
διʼ οὐδὲν ὡς ἐμοὶ δοκεῖν ἕτερον ἢ τὸ μὴ συνελθεῖν εἰς ὁμόνοιαν τὰ ἔθνη γάμων ἐπαλλαγαῖς καὶ οἰκειοτήτων κοινωνίαις συγκερασθέντα.
在我看来,这没有别的原因,纯粹是为了防止这两个阶层通过婚姻的交融和姻亲关系的建立而融合并达成和解。
§10.60.6ὡς δὲ καὶ ὁ τῶν ἀρχαιρεσίων ἐπέστη χρόνος, πολλὰ χαίρειν φράσαντες τοῖς τε πατρίοις ἐθισμοῖς καὶ τοῖς νεωστὶ γραφεῖσι νόμοις, οὔτε βουλῆς ψήφισμα ποιήσαντες οὔτε δήμου διέμειναν ἐπὶ τῆς αὐτῆς ἀρχῆς.
而当选举的时刻临近时,他们彻底无视了祖宗的习俗和新编纂的法律,既没有通过元老院的决议,也没有通过平民的决议,便继续留任在原先的职位上。

词汇与语法注释

  1. 10.60.1νομίζουσι — 此处并非第三人称复数现在时直陈语气(“他们认为”),而是现在分词 "νομίζων" 的阳性复数与格形式。它修饰前面的与格代词 "ἅπασιν"(“所有人”),并与后面的分词与格 "ἑλομένοις" 构成并列结构,意为“(在所有人)认为……(的情况下)”。
  2. 10.60.4ὡς ἀποθησομένων τῶν δέκα ἀνδρῶν — 带有表示主观预期或原因的连词 "ὡς" 的将来时分词独立属格结构("ἀποθησομένων τῶν δέκα... καὶ ἀποδειξόντων...")。它体现了避难市民的主观设想,即“预期十人委员会成员会在届满时放弃权力并指定后任”。
  3. 10.60.5ὡς ἐμοὶ δοκεῖν — 由 "ὡς" 和不定式 "δοκεῖν" 构成的惯用绝对不定式结构,意为“在我看来”或“依我之见”,作为插入语来限制整个句子的断言。
  4. 10.60.6πολλά χαίρειν φράσαντες — 惯用表达 "χαίρειν φράζω"(字面意为“对……说再见、告别”)的分词形式。在此处用作比喻,表示“彻底抛弃、完全无视”祖先的传统和新编纂的法律。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.60.1-10.60.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.60.1-10.60.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。