§10.59.1ἐν δὲ τῷ κατόπιν ἔτει παραλαβόντες τὴν ὑπατικὴν ἐξουσίαν οἱ σὺν Ἀππίῳ Κλαυδίῳ δέκα ἄνδρες εἰδοῖς μαΐαις, ἦγον δὲ τοὺς μῆνας κατὰ σελήνην, καὶ συνέπιπτεν εἰς τὰς εἰδοὺς ἡ πανσέληνος·
第二年,阿皮乌斯·克劳狄乌斯率领的十人委员会成员于五月望日(十五日)接掌了执政官权力;当时他们是根据月亮来划分月份的,因而满月恰好落在望日。
§10.59.2πρῶτα μὲν ὅρκια τεμόντες ἀπόρρητα τῷ πλήθει συνθήκας σφίσιν αὐτοῖς ἔθεντο περὶ μηδενὸς ἀλλήλοις ἐναντιοῦσθαι, ὅ τι δʼ ἂν εἷς ἐξ αὐτῶν δικαιώσῃ, τοῦθʼ ἅπαντες ἡγεῖσθαι κύριον τήν τʼ ἀρχὴν καθέξειν διὰ βίου καὶ μηδένα παρήσειν ἕτερον ἐπὶ τὰ πράγματα ἰσότιμοί τε πάντες ἔσεσθαι καὶ τὴν αὐτὴν ἕξειν δυναστείαν, βουλῆς μὲν ἢ δήμου ψηφίσμασι σπανίως καὶ εἰς αὐτὰ τἀναγκαῖα χρώμενοι, τὰ δὲ πλεῖστα ἐπὶ τῆς ἑαυτῶν ἐξουσίας ποιοῦντες.
首先,他们私下缔结了对民众保密的誓言,并在彼此之间达成协定:在任何事情上都不互相反对;他们中任何一人做出的裁决,其余人皆视其为有效;他们将终身保有该职,不让任何其他人插手政务;所有人地位平等,享有同样的统治权;极少采用元老院或平民的决议,且仅在极度必要的情况下使用,而绝大多数事务都凭他们自己的权力来决定。
§10.59.3ἐνστάσης δὲ τῆς ἡμέρας, ἐν ᾗ παραλαβεῖν αὐτοὺς ἔδει τὴν ἀρχήν, τοῖς θεοῖς προθύσαντες ἃ νόμος — ἱερὰν δὲ ταύτην ἄγουσι Ῥωμαῖοι τὴν ἡμέραν καὶ παντὸς μάλιστα ὀττεύονται μήτʼ ἀκοῦσαι μηδὲν ἀηδὲς ἐν αὐτῇ μήτʼ ἰδεῖν — ἕωθεν εὐθὺς ἐξῄεσαν οἱ δέκα τὰ παράσημα τῆς βασιλικῆς ἐξουσίας ἅπαντες ἐπαγόμενοι.
当他们应当接掌政权的这一天到来时,他们按照律法向神明预先献祭——罗马人视这一天为神圣之日,并最忌讳在这一天听到或看到任何不祥的事物——十人委员会成员在大清早便一同外出,所有人都携带着王权的标志。
§10.59.4ὁ δὲ δῆμος ὡς ἔμαθεν αὐτοὺς οὐκέτι φυλάττοντας τὸ δημοτικὸν ἐκεῖνο καὶ μέτριον σχῆμα τῆς ἡγεμονίας οὐδὲ διαμειβομένους τὰ παράσημα τῆς βασιλικῆς ἀρχῆς ὡς πρότερον, εἰς πολλὴν ἦλθε δυσθυμίαν καὶ κατήφειαν.
然而,当民众得知他们不再保持先前那种亲民且温和的统治作风,也不再像以前那样轮流执掌王权标志时,便陷入了极大的沮丧和气馁之中。
§10.59.5ἐφόβουν θʼ οἱ προσηρτημένοι ταῖς δέσμαις τῶν ῥάβδων πελέκεις, οὓς ἔφερον οἱ προηγούμενοι τῶν ἀνδρῶν ἑκάστου δώδεκα ὄντες ἀναστέλλοντες ἐκ τῶν στενωπῶν πληγῖς τὸν ὄχλον, ὃ καὶ ἐπὶ τῶν βασιλέων ἐγένετο πρότερον.
此外,绑在笞棒束(法西斯)上的斧头也令他们感到恐惧,这些斧头是由走在他们每个人前面的扈从携带的,每个人各有十二名,他们用鞭打将群众从狭窄的街巷中驱离,这在以前的国王时代也曾发生过。
κατελύθη γὰρ εὐθὺς τὸ ἔθος τοῦτο μετὰ τὴν ἐκβολὴν τῶν μονάρχων ὑπʼ ἀνδρὸς δημοτικοῦ Ποπλίου Οὐαλερίου τὴν ἐκείνων ἐξουσίαν μεταλαβόντος, ᾧ πάντες οἱ μετʼ ἐκεῖνον ὕπατοι καλοῦ πράγματος δόξαντι ἄρξαι τὰ ὅμοια πράττοντες οὐκέτι ταῖς δέσμαις τῶν ῥάβδων προσήρτων τοὺς πελέκεις, ὅτι μὴ κατὰ τὰς στρατείας καὶ τὰς ἄλλας ἐξόδους τὰς ἐκ τῆς πόλεως.
因为在驱逐君主之后,这一惯例立即被一位亲民的男子普布利乌斯·瓦莱里乌斯废除,他接管了君主们的权力;在他之后的所有执政官,由于认为他开创了优良的先例,也都仿效他的做法,不再将斧头绑在笞棒束上,除非是在军事远征以及城外的其他出行中。
§10.59.6πόλεμον δʼ ἐξάγοντες ὑπερόριον ἢ τῶν ὑπηκόων πράγματα ἐπισκεψόμενοι, τότε καὶ τοὺς πελέκεις ταῖς ῥάβδοις προσελάμβανον, ἵνα τὸ τῆς ὄψεως φοβερόν, ὡς κατʼ ἐχθρῶν ἢ δούλων γινόμενον, ἥκιστα φαίνηται τοῖς πολίταις ἐπαχθές.
但当他们前往境外发动战争,或前去视察臣民的事务时,他们便会将斧头与笞棒合在一起,这是为了让这种视觉上的恐惧感(毕竟是针对敌人或奴隶的)尽可能不引起公民的反感。