§10.6.1ὁ μὲν οὖν δῆμος ἥδετο πάνυ τοῖς λόγοις καὶ χαρίζεσθαι τὸ μειράκιον τῷ πατρὶ πρόθυμος ἦν.
因此,平民们对这些话大为高兴,并极愿看在父亲的面子上宽恕这个年轻人。
ὁ δὲ Οὐεργίνιος ὁρῶν, ὅτι μὴ δόντος ἐκείνου δίκην ἀφόρητον ἔσται τὸ θράσος τῶν αὐθαδῶν μειρακίων, ἀνίσταται καί φησιν· §10.6.2σοὶ μέν, ὦ Κοίντιε, ἥ τε ἄλλη μαρτυρεῖται πᾶσα ἀρετὴ καὶ ἡ πρὸς τοὺς δημοτικοὺς εὔνοια, ἀνθʼ ὧν τὸ τιμᾶσθαί σοι πάρεστιν.
但维尔吉尼乌斯看到,如果不惩罚那个人,那些傲慢年轻人的狂妄将变得无法容忍,于是站起身来说道: “昆克蒂乌斯啊,你的一切其他美德以及对平民的善意都是有目共睹的,为此你也理应享有尊荣。
ἡ δὲ τοῦ μειρακίου βαρύτης καὶ ἡ πρὸς ἅπαντας ἡμᾶς ὑπερηφανία παραίτησιν ἢ συγγνώμην οὐδεμίαν ἐπιδέχεται· ὅστις ὑπὸ τοῖς σοῖς ἤθεσι τραφεὶς οὕτως οὖσι δημοτικοῖς καὶ μετρίοις, ὡς ἅπαντες ἴσμεν, τῶν μὲν σῶν ὑπερεῖδεν ἐπιτηδευμάτων, τυραννικὴν δὲ αὐθάδειαν καὶ βαρβάρων ἀνθρώπων ὕβριν ἠγάπησε, καὶ πονηρῶν ἔργων ζῆλον εἰς τὴν πόλιν ἡμῶν εἰσαγήοχεν.
但那年轻人的专横以及对我们所有人的傲慢,不接受任何恳求或原谅;他在你那如我们众人所知、如此平民化且适度的品行熏陶下长大,却蔑视你的行事方式,反而爱好僭主般的狂妄和蛮夷般的傲慢,并将对恶行的狂热引入了我们的城邦。
§10.6.3εἰ μὲν οὖν ἐλάνθανέ σε τοιοῦτος ὤν, νῦν ὅτʼ ἔγνωκας ἀγανακτεῖν ὑπὲρ ἡμῶν δίκαιος ἂν εἴης· εἰ δὲ συνῄδεις τε καὶ συνέπραττες οἷς προεπηλάκιζε τὴν τῶν πενήτων πολιτῶν τύχην, πονηρὸς ἄρα καὶ αὐτὸς ἦσθα, καὶ ἡ τῆς καλοκἀγαθίας δόξα οὐκ ἐκ τοῦ δικαίου σοι περιγέγονεν.
因此,如果你以前并不知道他是这样的人,现在既然知道了,你就理应对我们感到愤慨,这才是公道的;但如果你对他侮辱贫苦市民境遇的行为知情并予以协助,那么你本人也是邪恶的,而你那高尚的声誉也并非凭正义所得。
ἀλλὰ γὰρ ὅτι ἠγνόεις αὐτὸν οὐκ ὄντα τῆς σῆς ἀρετῆς ἄξιον, ἐγώ σοι τοῦτʼ ἔχω μαρτυρεῖν.
不过,对于你不知道他不配拥有你的美德这一点,我可以为你作证。
ἀπολύων δέ σε τοῦ τότε συναδικεῖν ἡμᾶς μέμφομαι τοῦ §10.6.4νῦν ἡμῖν μὴ συναγανακτεῖν.
我免除你当时与他共同伤害我们的罪责,但我指责你现在不与我们一同愤慨。
ἵνα δὲ μᾶλλον μάθῃς, ἡλίκον ἄρα τῇ πόλει κακὸν ἐπιτρέφων ἐλάνθανες, ὡς ὠμὸν καὶ τυραννικὸν καὶ οὐδὲ φόνου πολιτικοῦ καθαρόν, ἄκουσον αὐτοῦ φιλότιμον ἔργον καὶ ἀντιπαρεξέτασον αὐτῷ τὰς ἐν τοῖς πολέμοις ἀριστείας· καὶ ὑμῶν ὅσοι συνεπαθεῖτε ἀρτίως οἰκτιζομένῳ τῷ ἀνδρὶ σκοπεῖτε, εἰ ἄρα καλῶς ὑμῖν ἔχει τοιούτου φείσασθαι πολίτου.
为了让你更清楚地了解,你竟然在不知不觉中为城邦抚养了多么巨大的祸害——它是多么残忍、专横,甚至连残害同胞市民的血债都未能洗净——且听听他的一件‘体面’事迹,并将其与他在战争中的武功作一对比;你们刚才同情这个哀求之人的那些人,也请仔细想想,宽恕这样一个市民对你们来说究竟是否合适。 ”