Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.5.1-10.5.6

凯索遭弹劾与辛辛纳图斯的求情

第 745 段,共 962 段 · 希腊语

内容简介

护民官指控青年领袖凯索·昆克蒂乌斯犯有危害公众罪并要求判处死刑。凯索本人拒绝出庭,其父辛辛纳图斯则出面为其辩护,陈述儿子的军功并向平民哀求宽恕。

§10.5.1ὁ δὲ πλείστους τε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, ᾧ γένος τʼ ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναί τε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσει τε περὶ λόγους κεχρημένος ἀγαθῇ· ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτʼ ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος.
然而,身边聚集了最多同伴、在当时的年轻人中势力最大的,是卢基乌斯·昆克蒂乌斯——即被称为辛辛纳图斯的那个人——的儿子凯索·昆克蒂乌斯。 他出身显赫,生活方式不亚于任何人,在外貌上是年轻人中最英俊的,在军事上是所有人中最辉煌的,且天生具有极佳的雄辩能力;他在当时对平民们大加肆虐,既不吝惜那些让自由人听来感到沉重的言词,也不克制与这些言词相符的行为。
οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι· οἱ δʼ ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν.
因此,贵族们因这些事而器重他,并承诺亲自保障他的安全,要求他在危险面前坚持下去;而平民们则在所有人中最为憎恨他。
§10.5.2τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν.
护民官们决定首先除掉这个人,以期震慑其余的年轻人,并迫使他们规矩行事。
γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγους τε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην.
他们既已决定此事,并准备了辩词和许多证人,便以危害公众罪将他起诉,并将此案的刑罚定为死刑。
παραγγείλαντες δʼ αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν ὁ χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατʼ αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας.
他们命令他向平民大会出庭,当他们为诉讼指定的期限到来时,他们召集了大会,发表了针对他的冗长演说,详述了他对平民诉诸暴力所犯下的种种恶行,并将受害者本人作为证人传唤上庭。
§10.5.3ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλʼ ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης· ὁ δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆ τε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς· §10.5.4ὅσα δʼ οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐδὲ ταῦτα ἐξ ἐπιβουλῆς ἢ διʼ ὕβριν, ἀλλʼ ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, διʼ ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δʼ ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ §10.5.5ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ.
当他们交出发言权时,那年轻人自己被传唤进行申辩,但他并不顺从,反而要求对于那些他们声称遭受的侵害,根据法律向这些私人市民本人接受审判,而审判则要在执政官主持下进行;但他的父亲看到平民对这年轻人的傲慢态度大为恼火,便出面辩护,指出针对他儿子的指控绝大多数都是虚假且出于阴谋捏造的;至于那些无法否认的事情,他称它们微不足道,不值得公众愤怒,并表明即使是这些事也并非出于阴谋或傲慢,而是由于年轻人的好胜心所致,因为在这种好胜心下,他在冲突中不免做出了许多违背本意的事,或许也同样遭受了许多,而他的年龄既非在最成熟的黄金时期,他的心智也并非处于最清明的状态。
ἠξίου τε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφʼ οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν.
他还请求平民们,不仅不要对他针对少数人犯下的过错怀有愤怒,反而应当对他因在战争中持续造福所有人而心存感激,即他为私人市民赢得了自由,为祖国赢得了霸权,并为自己赢得了——如果他犯了任何错误——大众的仁慈与协助。
καὶ διεξῄει τάς τε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶν τε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ §10.5.6τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη.
此外,他还历数了自己获得将军们颁发勋章和冠冕的所有战役与所有战斗,以及他在战斗中用盾牌保护了多少公民,和多少次率先登上了敌人的城墙。
τελευτῶν δʼ εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίου τε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ.
最终,他转入哀求与恳请,以自己对所有人的宽宏大量,以及被证明毫无任何污点的平生作保,向平民请求唯一的一项恩惠:为他保全他的儿子。

词汇与语法注释

  1. 10.5.1 — 关系代名词 ὅς 的与格,与主格的 γένος 和 βίος 连用,作“属有与格”(dative of possession),意为“他有显赫的出身和……”。
  2. 10.5.1πολὺς ἔρρει — 形容词 πολὺς 用作副词(意为“猛烈地”、“强力地”),与动词 ῥέω(流动)的未完成过去时 ἔρρει 结合,构成惯用表达,意为“对平民大加肆虐”或“猛烈冲击平民”。
  3. 10.5.3τοῖς ἰδιώταις αὐτοῖς ... ὑπέχειν δίκας — 与护民官在公民大会上发起的公诉相对,凯索要求在执政官的主持下,将指控他的受害者视为“私人(ἰδιῶται)”并进行私诉,而非向全体平民在公设法庭上作答。
  4. 10.5.5ἡλικίας... ὄντι... φρονήσεως — 这里的与格现在分词 ὄνti 与前句中指代凯索的与格代词 αὐτῷ 一致。属格的 ἡλικίας 和 φρονήσεως 分别修饰介词短语中的名词性形容词 ἐν τῷ κρατίστῳ 和 ἐν τῷ καθαρωτάτῳ(意为“在年龄的黄金时期”和“在心智的最清明状态”),此句存在强烈的倒装(hyperbaton)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.5.1-10.5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.5.1-10.5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。