Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.58.1-10.58.5

决定延续十人委员会与阿皮乌斯再次当选

第 798 段,共 962 段 · 希腊语

内容简介

为了继续废除护民官制,元老院决定延续十人委员会体制。深受平民爱戴的阿皮乌斯再次当选,并拉拢了部分贵族与平民代表共同执政。

§10.58.1πολλῶν δὲ λεχθέντων ἐνίκησεν ἡ γνώμη τῶν παραινούντων δεκαδαρχίαν αὖθις ἀποδεῖξαι τῶν κοινῶν κυρίαν.
在发表了许多意见之后,主张再次指定十人委员会掌握国家大权的意见占了上风。
ἀτελής τε γὰρ ἡ νομοθεσία ἐφαίνετο, ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου, καὶ ἐπὶ τοῖς ἤδη κεκυρωμένοις, ἵνα ἑκόντες τε καὶ ἄκοντες ἐν αὐτοῖς μένοιεν, ἐδόκει τινος ἀρχῆς αὐτοκράτορος δεῖν.
因为立法看起来还不完善,毕竟是在很短的时间内编纂出来的,并且对于已经批准的法律,为了使人们无论甘愿还是违心都必须遵守它们,似乎需要某种全权机构。
τὸ δὲ μάλιστα πεῖσαν αὐτοὺς προελέσθαι τὴν δεκαδαρχίαν ἦν ἡ τῶν δημάρχων κατάλυσις, ὃ παντὸς μάλιστα ἐβούλοντο.
而最能说服他们选择十人委员会的,是废除护民官制,这正是他们最最渴望的。
§10.58.2ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται.
这些是他们在公开审议时所达成的共识,但在私下里,元老院的领袖们则决意亲自去谋求这一官职,因为他们担心若有一些好生事端的人掌握了如此巨大的权力,会制造出巨大的祸端。
ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοί τε καὶ πρεσβύτατοι τῶν πατρικίων.
由于民众欣然接受了元老院的决定,并以极大的热情投票予以通过,十人委员会成员便亲自宣布了选举的日期,而贵族中最德高望重、年事最高的人也开始谋求这一官职。
§10.58.3ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν ὁ τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς ὁ δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου.
此时,当时十人委员会的首领阿皮乌斯受到了所有人的高度赞扬,全体平民大众都要求让他留任,认为没有别人能比他治理得更好。
ὁ δʼ ἀναίνεσθαι μὲν προσεποιεῖτο κατʼ ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου.
起初,他假装拒绝,并请求免除他这一既繁重又容易招致嫉恨的职务。
τελευτῶν δʼ ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτός τε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς.
但最终,在众人的极力恳求下,他不仅同意了谋求这一官职,而且还指责与他一同竞选的人中最杰出者因嫉妒而对他心怀不轨,转而公开支持他自己的朋友。
§10.58.4ἀποδείκνυταί τε πάλιν ἐν ἀρχαιρεσίαις λοχίτισι νομοθέτης τὸ δεύτερον· σὺν δʼ αὐτῷ Κόιντος μὲν Φάβιος ὁ καλούμενος Οὐιβολανὸς ὁ τρὶς ὑπατεύσας, ἀνὴρ ἀνεπίληπτος εἰς τόδε χρόνου γενόμενος περὶ πᾶσαν ἀρετήν· ἐκ δὲ τῶν ἄλλων πατρικίων, οὓς ἐκεῖνος ἠσπάζετο, Μάρκος Κορνήλιος καὶ Μάρκος Σέργιος καὶ Λεύκιος Μηνύκιος καὶ Τίτος Ἀντώνιος καὶ Μάνιος Ῥαβολήιος, ἄνδρες οὐ πάνυ ἐπιφανεῖς· ἐκ δὲ τῶν δημοτικῶν Κόιντος Ποιτέλλιος καὶ Καίσων Δουέλλιος καὶ Σπόριος Ὄππιος· προσελήφθησαν γὰρ καὶ οὗτοι πρὸς τοῦ Ἀππίου κολακείας ἕνεκα τῶν δημοτικῶν, διδάσκοντος ὅτι δίκαιόν ἐστι μιᾶς ἀρχῆς κατὰ πάντων ἀποδεικνυμένης εἶναί τι καὶ τοῦ δήμου μέρος ἐν αὐτῇ.
他在百人队选举中再次当选为立法者,这是他的第二任期;与他一同当选的,有被称为威布拉努斯的昆图斯法比乌斯,他曾三次担任执政官,在此之前是一个在各项美德上都无可挑剔的人;在阿皮乌斯所青睐的其他贵族中,有马尔库斯·科尔内利乌斯、马尔库斯· 塞尔吉乌斯、路奇乌斯·米努基乌斯、提图斯·安东尼乌斯和马尼乌斯·拉布莱乌斯,这些人都不是特别显赫的人物;在平民中,有昆图斯·波埃特利乌斯、凯索·杜伊利乌斯和斯普里乌斯·奥皮乌斯;因为这些人也是被阿皮乌斯为了讨好平民而吸收进来的,他开导大家说,既然是建立一个针对所有人的单一权力机构,那么在这个机构中也应当有平民的一席之地,这才是公正的。
§10.58.5εὐδοκιμῶν δʼ ἐφʼ ἅπασι τούτοις καὶ δοκῶν κράτιστος εἶναι βασιλέων τε καὶ τῶν κατʼ ἐνιαυτὸν ἡγησαμένων τῆς πόλεως παραλαμβάνει πάλιν τὴν ἀρχὴν εἰς τὸν ἐπιόντα ἐνιαυτόν.
阿皮乌斯因所有这些举措而赢得了极高的声誉,被认为比以往的国王以及历年治理城邦的首领们都要优越,于是他再次接管了下个年度的政权。
ταῦτα κατʼ ἐκείνην ἐπράχθη τὴν δεκαδαρχίαν ὑπὸ Ῥωμαίων, ἄλλο δʼ οὐθὲν ὅ τι καὶ λόγου ἄξιον.
这些就是罗马人在那一届十人委员会任期内所做的事,其余便无任何值得一提之事了。

词汇与语法注释

  1. p.v.4p.105ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου — 连词 ὡς 与助词 ἄν 修饰分词 συντεθεῖσα,表示一种潜在的或推测性的原因(“正如人们所料,因在短时间内编纂而成……”),说明了理由的合理推测。
  2. 10.58.1τὸ δὲ μάλιστα πεῖσαν — 动词 πείθω 的主动语态不定过去时分词中性单数形式加上定冠词,充当主句的主语(“最能说服的事物 / 最大的决定性因素”)。其后紧跟的不定式短语 προελέσθαι τὴν δεκαδαρχίαν 充当该名词化分词的宾语或内容。
  3. 10.58.2γνώμην ἐποιοῦντο μεταπορεύεσθαι — 熟语 γνώμην ποιοῦμαι(意图、决意)后接不定式(μεταπορεύεσθαι“谋求、竞选”),表示“他们决意去谋求[该官职]”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.58.1-10.58.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.58.1-10.58.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。