§10.52.1τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵ τε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ §10.52.2προστιθέμενοι τῇ γνώμῃ.
罗米里乌斯这样说后,两位执政官都支持这一意见,详细阐述了许多预先准备好的论点,许多其他议员也表示赞同,于是支持这一意见的人占了多数。
μέλλοντος δὲ γράφεσθαι τοῦ προβουλεύματος ἀναστὰς ὁ δήμαρχος Σίκκιος ὁ τῷ Ῥωμιλίῳ προσθεὶς τὴν δίκην πολὺν ὑπὲρ τοῦ ἀνδρὸς διῆλθε λόγον ἐπαινῶν τὴν μεταβολὴν τῆς γνώμης καὶ τὸ μὴ τὰ ἴδια ἔχθη κρείττονα γίνεσθαι τῶν κοινῇ χρησίμων, ἀλλʼ ἀπʼ ὀρθῆς γνώμης τὰ συμφέροντα ἀποδείξασθαι·
在起草预备决议案时,曾对罗米里乌斯提起诉讼并科处发金的护民官西基乌斯站起来,发表了长篇演说大力赞扬他,称赞他改变主意,且不容私怨胜过公共利益,而是出于正直的心表达了有益的见解。
§10.52.3ἀνθʼ ὧν, ἔφη, ταύτην αὐτῷ ἀποδίδωμι τιμὴν καὶ χάριν· ἀφίημι τῶν ἐκτισμάτων ἐπὶ τῇ δίκῃ καὶ εἰς τὸ λοιπὸν διαλλάττομαι· νικᾷ γὰρ ἡμᾶς χρηστὸς ὤν.
“为此,”他说,“我向他表达这份敬意与谢意:我免除他在诉讼中应支付的罚金,并在此后与他达成和解;因为他以自己的高尚战胜了我们。
τὸ δʼ αὐτὸ καὶ οἱ ἄλλοι δήμαρχοι παριόντες ὡμολόγουν.
”其他护民官也纷纷走上前来,表示同样的同意。
οὐ μὴν ὅ γε Ῥωμίλιος ὑπέμεινε ταύτην λαβεῖν τὴν χάριν, ἀλλʼ ἐπαινέσας τοὺς δημάρχους τῆς προθυμίας ἀποδώσειν ἔφη τὴν καταδίκην.
然而,罗米里乌斯并未接受这份好意,而是在称赞了护民官们的热情之后,表示自己会缴纳罚金。
ἱερὰν γὰρ ἤδη τῶν θεῶν εἶναι, καὶ οὔτε δίκαια οὔτε ὅσια ποιεῖν ἀποστερῶν τοὺς θεούς, ἃ δίδωσιν αὐτοῖς ὁ νόμος·
因为他说这笔钱已属于神明的圣物,剥夺法律赋予神明的东西,既不公正也不虔敬。
§10.52.4καὶ ἐποίησεν οὕτως.
他确实这样做了。
γραφέντος δὲ τοῦ προβουλεύματος, καὶ μετὰ ταῦτʼ ἐπικυρώσαντος τοῦ δήμου πρέσβεις ἀπεδείχθησαν οἱ τοὺς παρὰ τῶν Ἑλλήνων νόμους ληψόμενοι, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος·
预备决议案起草完毕并随后由民众批准后,斯普里乌斯·波斯图米乌斯、塞尔维乌斯·苏尔皮基乌斯和奥卢斯·曼利乌斯被任命为前往希腊人处获取法律的使节。
οἷς τριήρεις τε παρεσκευάσθησαν ἐκ τοῦ δημοσίου καὶ ἄλλος κόσμος εἰς ἐπίδειξιν τῆς ἡγεμονίας ἀποχρῶν.
公家为他们准备了三列桨战船,以及其他足以彰显其统治权威的装备。
καὶ τὸ ἔτος ἐτελεύτα.
这一年也宣告结束。