§10.50.1ταῦτα δὴ λογιζομένοις τοῖς ἐν ἀρχῇ ὑπάτοις πολὺ παρέστη δέος καὶ τοῦ μὴ ταὐτὰ παθεῖν ὑπὸ τοῦ δήμου μετὰ τὴν ὑπατείαν πρόνοια, ὥστʼ οὐκέτι ἀποκρυπτόμενοι τὰς γνώμας, ἀλλὰ φανερῶς τὰ τοῦ δήμου πολιτευόμενοι διετέλουν.
因此,当时在职的执政官们在思虑这些事情时,产生了极大的恐惧,并为了防止在卸任执政官后遭受民众同样的对待而大加防范,以至于他们不再隐瞒自己的意图,而是继续公开地推行有利于民众的政策。
πρῶτον μὲν οὖν ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας νόμον ἐκύρωσαν, ἵνα ταῖς ἀρχαῖς ἐξῇ πάσαις τοὺς ἀκοσμοῦντας ἢ παρανομοῦντας εἰς τὴν ἑαυτῶν ἐξουσίαν ζημιοῦν.
首先,他们在兵兵大会上通过了一项法律,允许所有政务官在各自的职权范围内,对扰乱秩序或违法者处以罚款。
τέως γὰρ οὐχ ἅπασιν ἐξῆν, ἀλλὰ τοῖς ὑπάτοις μόνοις.
因为在此之前,这并非对所有人开放,而仅限于执政官。
§10.50.2τὸ μέντοι τίμημα οὐκ ἐπὶ τοῖς ζημιοῦσιν, ὁπόσον εἶναι δεῖ, κατέλιπον, ἀλλʼ αὐτοὶ τὴν ἀξίαν ὥρισαν, μέγιστον ἀποδείξαντες ὅρον ζημίας δύο βοῦς καὶ τριάκοντα πρόβατα.
然而,他们并没有将罚金的数额,即应当是多少,留给施罚者自行决定,而是自己规定了其价值,确定了罚金的最高限额为两头牛和三十只羊。
καὶ οὗτος ὁ νόμος ἄχρι πολλοῦ διέμεινεν ὑπὸ Ῥωμαίων φυλαττόμενος.
而且这项法律被罗马人遵守并保存了很长时间。
§10.50.3ἔπειτα περὶ τῶν νόμων, οὓς ἐσπούδαζον οἱ δήμαρχοι κοινοὺς ἐπὶ πᾶσι Ῥωμαίοις γράφειν καὶ εἰς ἅπαντα χρόνον φυλαχθησομένους, διάγνωσιν ἀπέδωκαν τῇ βουλῇ.
接着,关于保民官们热切希望起草的、作为全体罗马人共同适用并永久遵守的法律,他们将决定权交给了元老院。
ἐλέχθησαν μὲν οὖν πολλοί τε καὶ ὑπὸ τῶν κρατίστων ἀνδρῶν εἰς ἀμφότερα καὶ τὸ συγχωρεῖν καὶ τὸ κωλύειν φέροντες λόγοι, ἐνίκα δʼ ἡ τὰ δημοτικώτερα πρὸ τῶν ὀλιγαρχικῶν εἰσάγουσα Τίτου Ῥωμιλίου γνώμη, παρὰ τὴν ἁπάντων δόξαν τῶν τε
于是,最杰出的人物发表了许多演说,分别倾向于赞同和阻止这两方,但提图斯·罗米利乌斯那项引入有利于民众而非寡头政治的意见最终占了上风。
§10.50.4πατρικίων καὶ τῶν δημοτικῶν γενομένη.
这出乎了所有人的意料,无论是贵族还是平民。
οἱ μὲν γὰρ ὑπελάμβανον πάντα τὰ ἐναντία τοῖς δημοτικοῖς φρονήσειν τε καὶ λέξειν τὸν ἄνδρα νεωστὶ τὴν ἐν τῷ δήμῳ δίκην ἑαλωκότα· ὁ δʼ ἀναστὰς ἐπειδὴ προσῆκεν αὐτῷ γνώμην ἐρωτηθέντι κατὰ τὴν ἑαυτοῦ τάξιν ἀποκρίνασθαι — ἦν δὲ ἐν τοῖς διὰ μέσου κατά τε ἀξίωσιν καὶ ἡλικίαν — ἔλεξεν·
因为人们原以为,该人最近刚在民众审判中被判有罪,必定会思考并发表与平民完全相反的言论;然而,当轮到他按照自己的顺位被询问意见并作答时(他在声望和年龄上都处于中等阶层),他站起身来,说道: