§10.46.1ὁ δὲ Σίκκιος ἑτέραν ἀποστραφείς, οὐχ ἣν ὁ Ῥωμίλιος ὑπελάμβανε, παρὰ τὴν λαγόνα τοῦ ὄρους ἦγεν.
西基乌斯转向了另一条路,而不是罗米利乌斯所预想的那条,沿着山腹前进。
ἔπειτα — ἦν γάρ τις δρυμὸς ὕλην βαθεῖαν ἔχων — εἰς τοῦτον ἄγων τοὺς ἄνδρας ἵσταταί τε καί φησιν· ὑπὸ μὲν τοῦ ἡγεμόνος ἀπεστάλμεθα, ὥσπερ ὁρᾶτε, ἀπολούμενοι.
随后——因为那里有一片茂密的橡树林——他把士兵们领进林中,停下来说道:“正如你们所见,我们是被将军派来送死的。
ἐδόκει γὰρ ἡμᾶς τὴν πλαγίαν χωρήσειν ὁδόν, ἣν ἀναβαίνοντας ἀμήχανον ἦν μὴ οὐ φανεροὺς τοῖς πολεμίοις γενέσθαι.
因为他以为我们会走那条斜坡上的路,如果沿那条路上去,我们是不可能不暴露在敌人面前的。
ἐγὼ δʼ ὑμᾶς ἄξω κατʼ ἄδηλον τοῖς ἐχθροῖς ὁδὸν καὶ πολλὰς ἐλπίδας ἔχω τρίβων ἐπιλήψεσθαί τινων, αἳ κατὰ κορυφῆς ἄξουσιν ἡμᾶς ἐπὶ τὸν χάρακα· καὶ ἐλπίδας χρηστὰς ἔχετε.
但我将带你们走一条敌人发现不了的路,我抱有极大的希望,能够找到一些小路,它们会把我们从山顶带到敌人的营垒之上;所以请抱有良好的希望。
§10.46.2ταῦτʼ εἰπὼν ἦγε διὰ τοῦ δρυμοῦ, καὶ πολὺν ἤδη διεληλυθὼς τόπον εὑρίσκει κατὰ δαίμονα ἄνδρα ἐξ ἀγροῦ ποθεν ἀπιόντα, ὃν τοῖς νεωτάτοις συλλαβεῖν κελεύσας ἡγεμόνα ποιεῖται τῆς ὁδοῦ.
” 说完这话,他带领他们穿过树林。 在走过了很大一段路程后,他碰巧遇到一个正从某个田里出来的男子,他命令最年轻的士兵将该人捉住,并让他充当向导。
κἀκεῖνος αὐτοὺς ἄγων περὶ τὸ ὄρος σὺν πολλῷ χρόνῳ καθίστησιν ἐπὶ τὸν παρακείμενον τῷ χάρακι λόφον, §10.46.3ὅθεν ἦν ταχεῖα καὶ εὐεπίφορος ἐπʼ αὐτὸν ὁδός.
那人领着他们绕过大山,花了很多时间,把他们带到了与敌营相邻的丘陵上,从那里有一条能够迅速且轻易攻下营垒的通道。
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, συνῄεσαν αἵ τε τῶν Ῥωμαίων καὶ αἱ τῶν Αἰκανῶν δυνάμεις ὁμόσε καὶ καταστᾶσαι ἐμάχοντο, πλήθει τʼ ἀγχώμαλοι οὖσαι καὶ ὁπλισμοῖς καὶ προθυμίαν παρεχόμεναι τὴν αὐτήν·
在此期间,罗马和埃奎人的军队交锋,并展开了肉搏战。
καὶ διέμειναν ἐπὶ πολὺν χρόνον ἰσόρροποι, τοτὲ μὲν ἐπιβαίνοντες ἀλλήλοις, τοτὲ δʼ ὑποχωροῦντες, ἱππεῖς τε ἱππεῦσι καὶ πεζοὶ πεζοῖς, καὶ ἔπεσον ἐξ ἑκατέρων §10.46.4ἄνδρες ἐπιφανεῖς.
两军在人数和装备上势均力敌,展现出同样的斗志;他们在很长时间里保持着均势,时而互相发起冲锋,时而退却,骑兵对骑兵,步兵对步兵,双方都有杰出的人物倒下。
ἔπειτα κρίσιν λαμβάνει ὁ πόλεμος ἐπιτελῆ.
随后,这场战斗迎来了最终的决战。
ὁ γὰρ Σίκκιος καὶ οἱ σὺν αὐτῷ, ἐπειδὴ πλησίον ἐγένοντο τῆς παρεμβολῆς τῶν Αἰκανῶν, ἀφύλακτον εὑρόντες ἐκεῖνο τὸ μέρος τοῦ χάρακος — ἐπὶ γὰρ θάτερα τὰ πρὸς τοὺς μαχομένους ἐστραμμένα μέρη πᾶσα ἡ φυλάττουσα αὐτὸν δύναμις ἐτράπετο κατὰ θέαν τοῦ ἀγῶνος — ἐπεισπεσόντες κατὰ πολλὴν εὐπέτειαν κατὰ κορυφῆς γίνονται τῶν φυλάκων.
因为西基乌斯和他的部下在接近埃奎人的营地时,发现营垒的那一部分无人看守——因为所有的守军为了观看战斗,都转向了面对交战者的一侧——他们非常轻易地冲了进去,出现在守军的头顶上。
§10.46.5ἔπειτʼ ἀλαλάξαντες ἔθεον ἐπʼ αὐτούς·
接着,他们发出呐喊,冲向守军。
οἱ δʼ ὑπὸ τοῦ παρʼ ἐλπίδα δεινοῦ ἐκταραχθέντες καὶ οὐ τοσούτους εἶναι δόξαντες, ἀλλὰ τὸν ἕτερον ἥκειν ὕπατον ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, ἐρρίπτουν ἔξω τοῦ χάρακος ἑαυτούς, οὐδὲ τὰ ὅπλα οἱ πολλοὶ φυλάξαντες.
守军被这出人意料的危险吓坏了,没想到来的人这么少,反而以为是另一位执政官率领部下赶到了,于是纷纷跳出营垒,大多数人甚至连武器都没顾得上拿。
οἱ δὲ περὶ τὸν Σίκκιον τοὺς καταλαμβανομένους αὐτῶν φονεύοντες καὶ τοῦ χάρακος κρατήσαντες ἐχώρουν ἐπὶ τοὺς ἐν τῷ πεδίῳ.
西基乌斯和他的部下杀死追上的敌人,占领了营垒,随后向平原上的敌军冲去。
§10.46.6οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπό τε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετʼ οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατʼ ἄλλας ὁδούς·
埃奎人从己方士兵的逃跑和叫喊声中意识到了营垒的陷落,不久又看到敌人从背后袭来,便不再表现出任何英勇,而是打乱了阵型,各寻出路逃命。
ἔνθα ὁ πλεῖστος αὐτῶν ἐγίνετο φόνος.
在那里发生了对他们最惨烈的屠杀。
οὐ γὰρ ἀνίεσαν οἱ Ῥωμαῖοι μέχρι νυκτὸς διώκοντές τε καὶ κτείνοντες τοὺς ἁλισκομένους.
因为罗马人直到深夜也没有放松追击,杀死了所有被捕获的人。
§10.46.7ὁ δὲ πλείστους τʼ αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος.
歼敌最多并立下最辉煌战功的是西基乌斯。 当他看到敌人的事务在黑夜降临时终于结束,便率领他的支队回到了他们所夺取的营垒,心中充满了极大的喜悦和无比的自豪。
§10.46.8οἵ τε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶν τε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων.
他的部下全部安然无恙,不仅没有遭受任何他们预料中的厄运,反而赢得了最显赫的荣耀。 他们称他为父亲、救世主、神以及所有最尊贵的名字,拥抱他并表达其他善意,久久不愿停歇。
ἐν δὲ τούτῳ καὶ ἡ ἄλλη τῶν Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα.
在此期间,罗马人的另一支方阵与执政官们一起,也从追击中返回了他们自己的营地。