§10.46.1ὁ δὲ Σίκκιος ἑτέραν ἀποστραφείς, οὐχ ἣν ὁ Ῥωμίλιος ὑπελάμβανε, παρὰ τὴν λαγόνα τοῦ ὄρους ἦγεν.
시키우스는 로밀리우스가 예상했던 길이 아닌 다른 길로 방향을 틀어, 산의 옆구리를 따라 군사들을 인도했다.
ἔπειτα — ἦν γάρ τις δρυμὸς ὕλην βαθεῖαν ἔχων — εἰς τοῦτον ἄγων τοὺς ἄνδρας ἵσταταί τε καί φησιν·
그러고 나서――그곳에는 깊은 숲을 이룬 떡갈나무 수풀이 있었는데――이 수풀 속으로 군사들을 이끌고 가 멈춰 서서 말했다.
ὑπὸ μὲν τοῦ ἡγεμόνος ἀπεστάλμεθα, ὥσπερ ὁρᾶτε, ἀπολούμενοι.
“그대들이 보듯, 우리는 사령관에 의해 죽으러 보내진 것이다.
ἐδόκει γὰρ ἡμᾶς τὴν πλαγίαν χωρήσειν ὁδόν, ἣν ἀναβαίνοντας ἀμήχανον ἦν μὴ οὐ φανεροὺς τοῖς πολεμίοις γενέσθαι.
그는 우리가 사면 길을 걸을 것이라 생각했으니, 그 길을 올라간다면 적들에게 발각되지 않는 것은 불가능했기 때문이다.
ἐγὼ δʼ ὑμᾶς ἄξω κατʼ ἄδηλον τοῖς ἐχθροῖς ὁδὸν καὶ πολλὰς ἐλπίδας ἔχω τρίβων ἐπιλήψεσθαί τινων, αἳ κατὰ κορυφῆς ἄξουσιν ἡμᾶς ἐπὶ τὸν χάρακα·
하지만 나는 적들이 알 수 없는 길로 그대들을 인도할 것이며, 우리를 산꼭대기에서 적들의 진영 위로 인도할 몇몇 오솔길을 찾아낼 수 있으리라는 큰 희망을 품고 있다.
καὶ ἐλπίδας χρηστὰς ἔχετε. §10.46.2ταῦτʼ εἰπὼν ἦγε διὰ τοῦ δρυμοῦ, καὶ πολὺν ἤδη διεληλυθὼς τόπον εὑρίσκει κατὰ δαίμονα ἄνδρα ἐξ ἀγροῦ ποθεν ἀπιόντα, ὃν τοῖς νεωτάτοις συλλαβεῖν κελεύσας ἡγεμόνα ποιεῖται τῆς ὁδοῦ.
그러니 좋은 희망을 가지라.” 이 말을 하고 그는 수풀을 통과해 나아갔고, 이미 많은 곳을 지나왔을 때, 우연히 밭 어딘가에서 떠나고 있던 한 남자를 발견하여 가장 젊은 군사들에게 그를 붙잡으라 명령한 뒤 길잡이로 삼았다.
κἀκεῖνος αὐτοὺς ἄγων περὶ τὸ ὄρος σὺν πολλῷ χρόνῳ καθίστησιν ἐπὶ τὸν παρακείμενον τῷ χάρακι λόφον,
그 남자는 그들을 이끌고 산을 우회하여 많은 시간이 흐른 뒤 적의 진영에 인접한 언덕으로 그들을 인도했다.
§10.46.3ὅθεν ἦν ταχεῖα καὶ εὐεπίφορος ἐπʼ αὐτὸν ὁδός.
그곳으로부터 진영으로 신속하고도 쉽게 내려갈 수 있는 길이 있었다.
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, συνῄεσαν αἵ τε τῶν Ῥωμαίων καὶ αἱ τῶν Αἰκανῶν δυνάμεις ὁμόσε καὶ καταστᾶσαι ἐμάχοντο, πλήθει τʼ ἀγχώμαλοι οὖσαι καὶ ὁπλισμοῖς καὶ προθυμίαν παρεχόμεναι τὴν αὐτήν·
이 일이 일어나고 있는 동안, 로마군과 아이쿠이군의 군세가 격돌하여 맞서 싸웠는데, 수와 무장에 있어서도 호각을 이루었고 똑같은 투지를 보여주었다.
καὶ διέμειναν ἐπὶ πολὺν χρόνον ἰσόρροποι, τοτὲ μὲν ἐπιβαίνοντες ἀλλήλοις, τοτὲ δʼ ὑποχωροῦντες, ἱππεῖς τε ἱππεῦσι καὶ πεζοὶ πεζοῖς, καὶ ἔπεσον ἐξ ἑκατέρων §10.46.4ἄνδρες ἐπιφανεῖς.
그리하여 오랜 시간 동안 팽팽한 형세를 유지하며, 때로는 서로를 덮치고 때로는 물러서며, 기병은 기병끼리 보병은 보병끼리 싸웠고, 양측에서 저명한 이들이 쓰러졌다.
ἔπειτα κρίσιν λαμβάνει ὁ πόλεμος ἐπιτελῆ. ὁ γὰρ Σίκκιος καὶ οἱ σὺν αὐτῷ, ἐπειδὴ πλησίον ἐγένοντο τῆς παρεμβολῆς τῶν Αἰκανῶν, ἀφύλακτον εὑρόντες ἐκεῖνο τὸ μέρος τοῦ χάρακος — ἐπὶ γὰρ θάτερα τὰ πρὸς τοὺς μαχομένους ἐστραμμένα μέρη πᾶσα ἡ φυλάττουσα αὐτὸν δύναμις ἐτράπετο κατὰ θέαν τοῦ ἀγῶνος — ἐπεισπεσόντες κατὰ πολλὴν εὐπέτειαν κατὰ κορυφῆς γίνονται τῶν φυλάκων. §10.46.5ἔπειτʼ ἀλαλάξαντες ἔθεον ἐπʼ αὐτούς·
그리고 함성을 지르며 그들에게 달려들었다.
οἱ δʼ ὑπὸ τοῦ παρʼ ἐλπίδα δεινοῦ ἐκταραχθέντες καὶ οὐ τοσούτους εἶναι δόξαντες, ἀλλὰ τὸν ἕτερον ἥκειν ὕπατον ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, ἐρρίπτουν ἔξω τοῦ χάρακος ἑαυτούς, οὐδὲ τὰ ὅπλα οἱ πολλοὶ φυλάξαντες.
적들은 예기치 못한 위험에 크게 당황했고, 공격해 온 자들이 이토록 소수라고는 생각지 못하고 다른 집정관이 자신의 군세를 이끌고 도착한 것이라 여겨, 진영 밖으로 몸을 던졌는데 대부분은 무기조차 챙기지 못했다.
οἱ δὲ περὶ τὸν Σίκκιον τοὺς καταλαμβανομένους αὐτῶν φονεύοντες καὶ τοῦ χάρακος κρατήσαντες ἐχώρουν ἐπὶ τοὺς ἐν τῷ πεδίῳ.
시키우스의 무리는 따라잡은 적들을 살육하고 진영을 제압한 뒤 평원에 있는 자들을 향해 나아갔다.
§10.46.6οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπό τε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετʼ οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατʼ ἄλλας ὁδούς·
한편 아이쿠이군은 자신들의 군사들의 도주와 비명 소리로부터 진영이 함락되었음을 알아차렸고, 머지않아 적들이 자신들의 배후에서 공격해 오는 것을 보고는 더 이상 아무런 용맹도 보여주지 못한 채, 대열을 흩뜨리고 저마다 다른 길로 도망쳐 목숨을 구했다.
ἔνθα ὁ πλεῖστος αὐτῶν ἐγίνετο φόνος.
그곳에서 그들 중 가장 많은 살상이 일어났다.
οὐ γὰρ ἀνίεσαν οἱ Ῥωμαῖοι μέχρι νυκτὸς διώκοντές τε καὶ κτείνοντες τοὺς ἁλισκομένους.
로마군이 밤이 될 때까지 추격을 멈추지 않고 사로잡힌 자들을 죽였기 때문이다.
§10.46.7ὁ δὲ πλείστους τʼ αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος.
그들 중 가장 많은 수를 멸하고 가장 눈부신 전공을 세운 이는 시키우스였다. 그는 이미 어둠이 내렸을 무롭 적의 상황이 마침내 끝난 것을 보고, 자신의 부대를 이끌고 자신들이 제압한 진영으로 돌아왔는데, 큰 기쁨과 커다란 자부심에 가득 차 있었다.
§10.46.8οἵ τε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶν τε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων.
그의 부하들도 모두 상처 없이 무사하여, 예상했던 해를 전혀 입지 않았을 뿐만 아니라 가장 눈부신 영광을 차지했기에, 그를 아버지, 구세주, 신, 그리고 온갖 가장 존엄한 이름으로 부르며, 그에 대한 포옹과 다른 친근한 정을 끝없이 표현했다.
ἐν δὲ τούτῳ καὶ ἡ ἄλλη τῶν Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα.
그 사이에 로마군의 다른 방진도 집정관들과 함께 추격에서 자신들의 진영으로 돌아왔다.