Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.45.1-10.45.6

罗米利乌斯的侮辱与西基乌斯的危险出征

第 785 段,共 962 段 · 希腊语

内容简介

执政官罗米利乌斯斥责西基乌斯的担忧为懦弱,逼迫他要么立即执行任务,要么耻辱地离开。受到侮辱的西基乌斯明知这是陷阱仍接受了任务,并率领流泪的士兵们出发。

§10.45.1ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὁ ὕπατος εἶπεν·
当他还想继续说下去时,执政官打断他说道:“毋需多言。
οὐ πολλῶν δεῖ λόγων, ἀλλʼ εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι.
如果你愿意执行所命令的事,就迅速出发,不要指手画脚;如果你退缩并逃避危险,我将任用其他人来完成这项任务。
§10.45.2σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τετταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτʼ ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ §10.45.3τοῦ φθόνου τῶν πατρικίων.
而你,一个打过一百二十场战役、服役四十年、全身伤痕累累的人,既然你是自愿退出的,就在既没有与敌人交手也没有看见敌人的情况下离开吧;并且重新磨练你的辞令来代替武器,你将用这些辞令来针对贵族的嫉妒。
ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἡ ἄλλη βαρύτης, ἣν τότʼ ἠνεσχόμεθά σου λέγοντος;
你那些众多的战功勋章,那些颈圈、手镯、标枪、马饰、执政官授予的花冠,那些在一对一决斗中夺取的战利品,以及我们当时听你说话时所容忍的所有其他傲慢,如今都在哪里?
ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ §10.45.4τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ.
因为在这一场存在真正危险的单一任务中接受考验时,你已被显露出你的真面目,是一个靠名声假装勇敢而非出于真实的人。
καὶ ὁ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν· οἶδα, φησίν, ὦ Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ἢ ζῶντα διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, ἢ κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν·
” 西基乌斯对这些侮辱感到极度愤慨,说道:“罗米利乌斯,我知道,你面前有两个企图:要么让我活着被毁灭,承受最可耻的懦弱名声而归于虚无,要么让我被敌人残忍而默默无闻地砍杀而死,因为我也被看作是那些主张自由思想的人之一。
οὐ γὰρ εἰς ἄδηλον, ἀλλʼ εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον·
你送我去的地方,不是未知的死亡,而是注定的死亡。
§10.45.5πλὴν ὑπομενῶ καὶ τοῦτο τὸ ἔργον καὶ πειράσομαι φανεὶς ψυχὴν οὐ κακὸς ἢ κρατῆσαι τοῦ χάρακος, ἢ μὴ τυχὼν τῆς ἐλπίδος εὐγενῶς ἀποθανεῖν.
尽管如此,我仍将承受这项任务,并展现出并非卑微的灵魂,努力去夺取营垒,或者若希望落空,便高尚地死去。
ὑμᾶς δʼ, ὦ συστρατιῶται, μάρτυρας ἀξιῶ γενέσθαι μοι πρὸς τοὺς ἄλλους πολίτας, ἐὰν πύθησθε τὸν ἐμὸν μόρον, ὅτι με ἀπώλεσεν ἡ ἀρετὴ καὶ ἡ πολλὴ τῶν λόγων ἐλευθερία.
而你们,战友们,我请求你们在听到我的死讯时,向其他公民证明:是我的美德和直言不讳的极大自由毁灭了我。
§10.45.6ταῦτα πρὸς τὸν ὕπατον ἀποκρινάμενος καὶ δακρύσας τούς τε συνήθεις ἅπαντας ἀσπασάμενος ᾤχετο τοὺς ὀκτακοσίους ἄνδρας ἄγων κατηφεῖς καὶ δεδακρυμένους ὡς τὴν ἐπὶ θανάτῳ πορευομένους· καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ διʼ οἴκτου τὸ πρᾶγμα ἔλαβεν ὡς οὐκέτι ὀψομένη τοὺς ἄνδρας.
” 他对执政官作了这样的回答,流下眼泪,并与所有亲近的战友告别后便离去了,带领着那八百名垂头丧气、流着眼泪、宛如走向死刑的士兵;而其他所有军队也怀着同情看待此事,认为将再也见不到这些人了。

词汇与语法注释

  1. §10.45.1ἔτι δʼ αὐτοῦ βουλομένου — 这是一个属格独立结构(genitive absolute),其中属格代词 αὐτοῦ(指西基乌斯)作为现在分词 βουλομένου 的逻辑主语。此处使用属格独立是因为该分句的主语与主句主语(ὁ ὕπατος)不同。
  2. §10.45.2ἀκόνα — 动词 ἀκονάω(磨砺)的第二人称单数现在时主动命令式(缩约自 ἀκόναε)。在此作为比喻性用法,意为“磨砺你的言辞”。
  3. §10.45.3ἣν τότʼ ἠνεσχόμεθά σου λέγοντος — 动词 ἀνέχομαι(容忍、忍受)带属格人称代词(σου)和分词(λέγοντος),意为“容忍某人说话”。关系代词 ἣν 指代先行词 πᾶσα ἡ ἄλλη βαρύτης(所有其他傲慢),在句中作动词的直接宾语(宾格)。
  4. §10.45.4δυεῖν πρόκειταί σοι θάτερον — 意为“两者之一(θάτερον)摆在你面前(πρόκειται)”。θάτερον 是 τὸ ἕτερον 的混同形式(crasis)。随后由 ἤ 引导的两个分句通过不定式短语(διεργάσασθαι 和 ἀποθανεῖν)具体说明了这两个可选项。
  5. §10.45.4τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν — 部分属格(partitive genitive)结构,意为“那些声称……的人之一”。分词 ἀξιούντων 为属格,修饰省略的“那些人”。中性复数形容词 ἐλεύθερα 与 φρονεῖν 连用,作副词性修饰,意为“自由地思考”或“抱有自由人的思想”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.45.1-10.45.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.45.1-10.45.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。