§10.47.1μέσαι τʼ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος.
此时已是半夜,西基乌斯因执政官将他送往死地而心怀怨恨,便设法剥夺他们因这次成功而获得的荣耀。
κοινωσάμενος δὲ τοῖς ἀμφʼ αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆς τε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν· ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλων τε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶν τε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων.
他向身边的人吐露了自己的想法,既然大家都认为这是正确的,且没有人不佩服他的智慧与胆识,他便拿起武器,并命令其他人也拿起武器,首先杀光了他在营垒中抓获的埃奎人、马匹以及其他牲畜;接着,他点燃了帐篷,里面装满了武器、粮食、衣服和军需物资,以及其他许多他们从图斯库卢姆战利品中带回的财物。
§10.47.2ὡς δʼ ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν.
当一切都被大火烧毁后,拂晓时分,他除了武器外什么也没带就出发了,一路上急速前行,抵达了罗马。
ὡς δʼ ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντές τε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖν τʼ αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι.
当人们看到全副武装、唱着凯歌、身上沾满鲜血、行色匆匆的人们时,大家都争先恐后地跑出来,急切地想看看他们,并打听发生了什么事。
§10.47.3οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν.
他们来到广场后,向保民官报告了发生的事情,保民官召集了公民大会,命令他们向所有人说明情况。
ὄχλου δὲ πολλοῦ συναχθέντος παρελθὼν ὁ Σίκκιος τήν τε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, ὅ τε χάραξ ὁ τῶν Αἰκανῶν ἐλήφθη καὶ ἡ δύναμις ἡ παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν·
当大批群众聚集起来时,西基乌斯走上前去,向他们宣告了胜利,并说明了战斗的经过,指出正是由于他自己以及同他一起的八百名年长士兵(执政官派他们去送死的那些人)的个人英勇,埃奎人的营垒才被攻克,而与执政官对峙的敌军也不得不逃跑。
§10.47.4ἠξίου τε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζοντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτʼ ἔλαττον ἐξενεγκάμενοι.
他请求他们不要把胜利的功劳归于任何其他人,最后他还补充了这样一句话:“我们是在保全了生命和武器的情况下回来的,而在夺获的物资中,无论大小,我们什么也没有带走。
§10.47.5ὁ δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόν τε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν.
” 人民听了这番话,看到这些人的年纪,想到他们的英勇,又对那些企图使城邦失去这些杰出人物的人感到无比愤怒和憎恨,不禁流下了同情的眼泪。
ἐγεγόνει δέ, ὃ προὔλαβεν ὁ Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν.
正如西基乌斯所预料的那样,全体公民对执政官产生了极大的怨恨。
§10.47.6οὐδὲ γὰρ ἡ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, ἣ οὔτʼ ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων.
即使是元老院也无法泰然处之,他们既没有为执政官投票通过凯旋式,也没有给予他们任何其他针对辉煌战功的嘉奖。
τὸν μέντοι Σίκκιον ὁ δῆμος, ἐπειδὴ καθῆκεν ὁ τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς.
然而,当选举时间到来时,人民选举西基乌斯为保民官,这是人民有权授予的荣誉。
καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδʼ ἦν.
当时所发生的最显赫的事件大致就是如此。