Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.35.1-10.35.5

护民官撤回罚金并承诺重提法案

第 775 段,共 962 段 · 希腊语

内容简介

护民官们在被元老院拒绝后,就退回圣山或对袭击者进行个别惩罚等方案展开讨论,最终决定召集大会对执政官处以罚金。但他们随后看在元老们的面子上放弃了处罚,并向平民承诺重新提出土地分配法和法律面前平等法。

§10.35.1ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις ὅ τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι.
护民官们从那里也被驱逐出来,没有得到任何援助,于是他们再次回到平民那里,考虑应该做什么。
ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ.
在一些人看来,尤其是那些最煽动的人,平民们应该再次拿起武器退回到圣山,那里也是他们最初驻扎的地方,并以那里为基地向贵族发动战争,因为贵族们单方面撕毁了与平民达成的协议,公然废除护民官的权力。
§10.35.2τοῖς δὲ πλείοσιν ἐδόκει μὴ παραχωρεῖν τῆς πόλεως μηδὲ κοινὰ πάντων ἐγκλήματα ποιεῖν, ὑπὲρ ὧν ἰδίᾳ τινὲς εἰς τοὺς δημάρχους παρενόμησαν, ἐὰν τὰ συγκεχωρημένα τοῖς νόμοις λαμβάνωσιν, οἳ κελεύουσιν ἢ ποινὴν τίνειν ἢ τεθνάναι τοὺς ὑβρίσαντας τὰ τῶν δημάρχων σώματα.
但对大多数人来说,他们认为不应当撤离城市,也不应当把少数人私下对护民官实施的违法行为当成对所有贵族的共同指控,只要他们能够获得法律所赋予的惩罚手段——法律命令那些侮辱护民官人身的人要么缴纳罚金,要么被处死。
τοῖς δὲ χαριεστέροις οὐδέτερον τούτων ἐφαίνετο καλῶς ἔχειν, οὔτε τὴν πόλιν ἐκλιπεῖν οὔτε φόνον ἄκριτον ἐπιτελεῖν, καὶ ταῦτα ὑπάτων, οἷς ἡ μεγίστη ὑπέκειτο ἀρχή, ἀλλʼ εἰς τοὺς συναγωνιζομένους αὐτοῖς μεταφέρειν τὴν ὀργήν, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας παρʼ ἐκείνων λαμβάνειν.
而对那些较温和的人来说,这两个办法似乎都不妥当,既不该离开城市,也不该执行未经审判的杀戮,尤其是对那些被赋予最高职权的执政官,而应当将愤怒转移到那些与执政官同谋的人身上,并从他们那里索取法律规定的惩罚。
§10.35.3εἰ μὲν οὖν ἐκείνην τὴν ἡμέραν θυμῷ φερόμενοι δρᾶσαί τι οἱ δήμαρχοι κατὰ τῶν ὑπάτων ἢ τῆς βουλῆς προήχθησαν, οὐθὲν ἂν ἦν τὸ κωλῦσον αὐτὴν ὑφʼ αὑτῆς ἀπολωλέναι τὴν πόλιν· οὕτως ἕτοιμοι πάντες ἦσαν ἐπὶ τὰ ὅπλα καὶ τὸν κατʼ ἀλλήλων πόλεμον.
因此,如果在执政官或元老院面前,护民官们在那一天因一时愤怒而被诱使采取了什么行动,那就没有任何力量能阻止这座城市自我毁灭;因为所有人都已准备好拿起武器,互相厮杀。
νῦν δʼ ἀναβαλόμενοι τὰ πράγματα καὶ δόντες ἑαυτοῖς χρόνον εἰς ἀμείνω λογισμὸν αὐτοί τε μετριώτεροι ἐγένοντο καὶ τὰς τῶν πολλῶν ὀργὰς ἐπράυναν.
但实际上,由于他们推迟了行动,并给自己留出了进行更好思考的时间,他们自己变得更加理智,也平息了大众的怒火。
§10.35.4ἔπειτα ταῖς ἑξῆς ἡμέραις τὴν τρίτην ἀπʼ ἐκείνης ἐσομένην ἀγορὰν προειπόντες, ἐν ᾗ τὸν δῆμον συνάξουσι καὶ ζημίαν ἐπιβαλοῦσι τοῖς ὑπάτοις ἀργυρικήν, διέλυσαν τὴν ἐκκλησίαν.
随后,在接下来的几天里,他们预先宣布了从那天算起的第三个集市日,并宣布将在那一天召集平民并对执政官处以罚金,之后便解散了大会。
ἐπεὶ δὲ πλησίον ἦν ὁ χρόνος, ἀπέστησαν καὶ ταύτης τῆς ἐπιβολῆς τῇ δεήσει τῶν πρεσβυτάτων τε καὶ ἐντιμοτάτων τὴν χάριν ἀνατιθέναι λέγοντες.
但当时间临近时,他们又放弃了这一处罚,并声称他们将这一宽大处理归功于那些最年长且最受尊敬的人的请求。
§10.35.5καὶ μετὰ ταῦτα συναγαγόντες τὸν δῆμον ἔλεγον, ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις ἀφείκασι χαρισάμενοι πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δεομένοις, οἷς οὐκ ἦν ὅσιον ἀντιλέγειν, ὧν δὲ ὁ δῆμος ἠδικεῖτο κωλυταί τε καὶ τιμωροὶ ἔσεσθαι.
此后,他们召集了平民并表示,关于针对他们自身的侮辱,他们已经看在许多恳求他们的优秀人士的面子上予以宽恕,因为拒绝这些人是不虔敬的;但是对于平民受到不公对待的事务,他们将成为阻止者和复仇者。
προθήσειν γὰρ αὖθις τόν τε περὶ τῆς κληρουχίας νόμον ἔτη τριάκοντα παρειλκυσμένον καὶ τὸν περὶ τῆς ἰσονομίας, ὃν οἱ πρὸ αὐτῶν δήμαρχοι προθέντες οὐκ ἐπεψήφισαν.
因为他们将重新提出拖延了三十年之久的土地分配法,以及他们之前的护民官虽然提出却未曾付诸表决的法律面前平等法。

词汇与语法注释

  1. 2083τὰ ὅπλα ἀναλαμβάνοντας — 分词 ἀναλαμβάνοντας 在格、性、数上与不定式 ἀπιέναι 的逻辑主语宾格 τοὺς δημοτικούς 保持一致。
  2. 2084καὶ ταῦτα ὑπάτων — 带有 καὶ ταῦτα(“而且还是……”)的省略表达。属格 ὑπάτων 作为前文名词 φόνον(“杀戮”)的宾格性属格,表示“而且还是针对执政官的杀戮”。
  3. 2084οὐθὲν ἂν ἦν τὸ κωλῦσον — 过去非真实条件句的结论部。语气助词 ἄν 配合未完成过去时 ἦν,与带冠词的将来时分词 τὸ κωλῦσον(“将要阻止的事物”)相结合,加强了潜在或虚拟的语气(“本没有任何力量能够阻止”)。随后的不定式短语 αὐτὴν ... ἀπολωλέναι 充当分词 κωλῦσον 的补足语。
  4. 2084τὴν τρίτην ἀπʼ ἐκείνης ἐσομένην ἀγορὰν — 罗马法律术语 *trinum nundinum*(三个集市日间距,即公民大会召集至投票之间的法定公告期)的希腊语译法。字面意思是“从那天算起的第三个集市日”。
  5. 2085ὧν — 关系代名词的格同化(attraction)。本应是动词 ἠδικεῖτο(“遭受不公”)的同族宾格或限定宾格 ἃ,由于先行词被省略,且受到起支配作用的名词短语 κωλυταί τε καὶ τιμωροί(“阻止者与复仇者”)的影响,同化为属格 ὧν。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.35.1-10.35.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.35.1-10.35.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。