Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.34.1-10.34.5

护民官控告执政官与元老院暂缓决议

第 774 段,共 962 段 · 希腊语

内容简介

护民官们在民众支持下向元老院申诉执政官的暴行,执政官们则坚决捍卫其最高职权并谴责护民官越权,元老院因担心削弱任何一方的权能而最终未做决定。

§10.34.1συναγανακτοῦντος δʼ αὐτοῖς τοῦ πλήθους ἐκάλουν τοὺς ὑπάτους ἐπὶ τὸν δῆμον ὡς τῶν πεπραγμένων ὑφέξοντας λόγον.
在群众与他们一同愤慨之中,护民官们将执政官传唤到平民面前,要他们对自己的所作所为做出交代。
ὡς δʼ οὐ προσεῖχον αὐτοῖς ἐκεῖνοι τὸν νοῦν, ἐπὶ τὴν βουλὴν παρῆσαν — ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες — καὶ παρελθόντες ἐδέοντο μήθʼ αὑτοὺς τὰ αἴσχιστα πεπονθότας ὑπεριδεῖν μήτε τὸν δῆμον ἀφαιρεθέντα τὴν ἐξ αὐτῶν βοήθειαν, διεξιόντες ὅσα ἦσαν πεπονθότες ὑπὸ τῶν ὑπάτων καὶ τῆς περὶ αὐτοὺς συνωμοσίας οὐ μόνον εἰς τὴν ἐξουσίαν, ἀλλὰ καὶ εἰς τὰ §10.34.2σώματα προπηλακισθέντες.
但由于执政官们对此不予理睬,护民官们便来到了元老院——因为元老院议员们当时恰好正在就这些事务召开会议——他们走上前去,恳求元老院既不要漠视他们自己遭受了最可耻的屈辱,也不要漠视平民被剥夺了来自他们的援助,并详细陈述了他们在执政官及其周围同党手下所遭受的种种痛苦,他们不仅在职权上,而且在人身上都受到了侮辱。
ἠξίουν τε δυεῖν θάτερον ποιεῖν τοὺς ὑπάτους· εἰ μὲν ἀρνοῦνται μηδὲν ὧν οἱ νόμοι κεκωλύκασιν εἰς τὰ τῶν δημάρχων πλημμελῆσαι σώματα, παραγενομένους εἰς τὴν ἐκκλησίαν ἀπομόσαι, εἰ δʼ οὐχ ὑπομένουσι τὸν ὅρκον, ἥκειν ἐπὶ τοὺς δημότας λόγον ὑφέξοντας· ἀναδώσειν γὰρ ὑπὲρ αὐτῶν ταῖς φυλαῖς τὴν ψῆφον.
他们要求执政官们在两件事中选择其一:如果他们否认自己侵犯了法律所禁止的任何有关护民官人身的事项,就应当到民众大会上宣誓否认;但如果他们不愿接受这一誓言,就应当来到平民面前做出交代;因为护民官们将把关于他们的投票交由各部落进行。
§10.34.3οἱ δʼ ὕπατοι πρὸς ταῦτʼ ἀπελογοῦντο διδάσκοντες, ὅτι τῆς ὕβρεως οἱ δήμαρχοι ἄρξειαν αὐθαδείᾳ χρησάμενοι καὶ τολμήσαντες εἰς ὑπάτων σώματα παρανομεῖν, τὸ μὲν πρῶτον ὑπηρέταις τε καὶ ἀγορανόμοις ἐπιτάττοντες ἄγειν εἰς τὸ δεσμωτήριον ἄρχοντας, οἷς τὸ πάντων ἀποδέδοται κράτος, ἔπειτʼ αὐτοὶ τολμήσαντες ὁμόσε χωρεῖν σὺν τοῖς ἰταμωτάτοις τῶν δημοτικῶν· §10.34.4τάς τε ἀρχὰς διδάσκοντες ὅσον ἀλλήλων διαφέρουσιν, ἡ μὲν ὑπατικὴ τὸ τῶν βασιλέων ἔχουσα κράτος, ἡ δὲ δημαρχικὴ τῆς βοηθείας ἕνεκα παρεληλυθυῖα τῶν κατισχυομένων, ᾗ τοσούτου δεῖν ἐξεῖναι κατὰ τῶν ὑπάτων τινὸς ψῆφον ἀναδιδόναι τοῖς ὄχλοις, ὥστε μηδὲ κατὰ τῶν ἄλλων πατρικίων τοῦ φαυλοτάτου ταύτην ἀποδεδόσθαι τὴν ἐξουσίαν, ἂν μὴ ἡ βουλὴ ψηφίσηται.
对此,执政官们进行了申辩,指出是护民官们凭着傲慢、并胆敢针对执政官的人身违法行事而挑起了冲突:首先是命令侍从和市场监督官将已被授予最高统治权的政务官们押送至监狱,接着他们自己竟胆敢伙同平民中最鲁莽的分子一同冲上前去;他们还说明了这些官职之间的巨大差异,执政官职权拥有国王般的权力,而护民官职权则是为了援助受压迫者而产生的;对于这一职权而言,对任何一位执政官向群众进行投票是决不容许的,以至于除非元老院通过决议,否则即使针对其他贵族中最卑微的人,也未曾被赋予这种权力。
ἠπείλουν τε, ὅταν ἐκεῖνοι ψῆφον ἀναδῶσι τοῖς δημόταις, αὐτοὶ τὰ ὅπλα περιθήσειν τοῖς πατρικίοις.
他们并威胁说,一旦护民官向平民发起投票,他们自己就将让贵族们穿上铠甲、拿起武器。
§10.34.5τοιούτων δὴ ῥηθέντων λόγων δι’ ὅλης ἡμέρας οὐδὲν ἐξήνεγκεν ἡ βουλὴ τέλος, ἵνα μήτε τὴν τῶν ὑπάτων ἀρχὴν μειώσειε μήτε τὴν τῶν δημάρχων, ἑκάτερον ὁρῶσα μεγάλων κινδύνων αἴτιον ἐσόμενον.
此类言论整整讨论了一天,元老院最终没有做出任何决定,以免削弱执政官或护民官的权能,因为元老院看到,削弱其中任何一方都将引发巨大的危险。

词汇与语法注释

  1. 10.34.1ἀφαιρεθέντα — 支配双宾格(夺取某人某物)的动词 ἀφαιρέω 在被动语态中,被夺取的人(在此处作为不定式的主语,即宾格的 τὸν δῆμον)成为主语,而被夺取的物(τὴν ἐξ αὐτῶν βοήθειαν)则继续保留为宾格。
  2. 10.34.4τοσούτου δεῖν — 意为“远非……”或“绝不……”的非人称惯用语。τοσούτου 为属格,与非人称动词 δεῖ 的不定式 δεῖν 连用,后接表示结果的 ὥστε 从句以强调程度。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.34.1-10.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.34.1-10.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。