Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.36.1-10.36.6

土地法案的审议与西基乌斯自述军功

第 776 段,共 962 段 · 希腊语

内容简介

护民官提出了土地分配法案,并在平民大会上征求赞成意见。对此,退役老兵卢修斯·西基乌斯·登塔图斯走上前,开始详细叙述自己漫长而辉煌的军旅生涯与卓越功勋。

§10.36.1ταῦθʼ ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων·
在承诺并宣誓这些之后,他们指定了召集平民大会并对法律进行投票的日子。
ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν.
当时间到来时,他们首先提出了土地分配法,并在发表了许多讲话后,询问是否有平民愿意发言赞成该法。
§10.36.2πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντων τε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπʼ αὐτῶν ἡδονάς τε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μηδὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών.
当许多人走上前,列举自己在战争中所立下的功绩,并感到愤慨,因为尽管他们从敌人那里夺取了大量土地,自己却未分得任何份额,反而看到那些拥有财富和朋友的权贵私吞了公有土地并以最强暴的方式享受其果实,他们要求平民不仅要共同承担为了公共利益而面临的危险,而且也要共享由此带来的快乐和利益,而群众则欣然倾听这些话,在这其中,最能鼓舞平民并使他们甚至无法容忍反对者发出任何声音的人是卢修斯·西基乌斯,被称为登塔图斯,他详细讲述了自己非常多且伟大的功绩。
§10.36.3ἦν δʼ ὀφθῆναί τε θαυμαστὸς ὁ ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖν τε ὡς στρατιώτης οὐκ ἀδύνατος.
这名男子外表令人赞叹,正值最健壮的年纪(五十八岁,差两年到六十岁),能够深思熟虑所需之事,且作为一名士兵,演讲能力也不弱。
ἔφη δʼ οὖν παρελθών· ἐγώ, ὦ δημόται, καθʼ ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με ὁ τῆς ἡμέρας χρόνος.
他走上前说道:“公民们,如果我想逐一讲述我所做过的每一件事,一整天的时间都不够。
αὐτὰ δὲ τὰ κεφάλαια διʼ ἐλαχίστων ὡς ἐμὴ §10.36.4δύναμις ἐρῶ.
但我将以最简短的方式,在我的能力范围内说明。
τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δʼ ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δʼ ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο ἡ βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον.
今年是我为祖国服兵役的第四十年,也是我始终拥有某种军事指挥权的第三十年,有时指挥一个百人队,有时指挥整个军团,这始于执政官盖乌斯·阿奎利乌斯和提图斯·西基乌斯,元老院曾向他们投票通过对沃尔西人的战争。
ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δʼ ἔτι ὑπὸ λοχαγῷ.
因为当时我二十七岁,还被安置在一个百人队长之下。
§10.36.5γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τά τε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, διʼ ἣν θανάτου κακίων ὁ λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοί τε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὁ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας.
当发生了一场惨烈的战斗并出现溃败,步兵大队的指挥官倒下,军旗被敌人夺取时,唯独我一人承担了所有人的危险,不仅为大队夺回并保全了军旗,击退了敌人,而且显然成为避免让百人队长们落入永远功败垂成的耻辱的原因,若非如此,这耻辱会让他们余生的生活比死还要痛苦。 对此,他们自己通过赠予我一顶金冠予以承认,执政官西基乌斯也通过任命我为大队指挥官作出了见证。
§10.36.6ἑτέρου τε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν ᾧ τόν τε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόν τʼ ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα·
当另一场战斗再次逼近我们,其中我们军团的营长恰好战死,鹰徽落入敌手时,我以同样的方式为整个军团战斗,不仅夺回了鹰徽,还救出了营长。
ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δʼ οὐκ ἔλαβον, οὐκ ἀξιῶν ᾧ τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας.
为了报答当时的救援之恩,他向我让出军团的指挥权并要将鹰徽赠予我,但我没有接受,因为我认为不应当夺去那个我曾给予其生命的人所拥有的荣誉以及随之而来的喜悦。
ἐφʼ οἷς ἀγασθείς με ὁ ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα.
执政官对此赞叹不已,便将第一军团的营长之职授予了我,因为该军团的指挥官在战斗中阵亡了。

词汇与语法注释

  1. 10.36.1εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται — 引导一个依附于未完成过去时动词 ἐκάλουν 的间接疑问从句(‘他们召唤,看是否有平民……’),或者起条件状语从句的作用(‘他们召唤,如果有任何人愿意的话……’)。
  2. 10.36.2ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον ... ἦν Λεύκιος Σίκκιος — 从本段开头到 τοὺς λόγους 连续使用了一系列属格独立分词结构来描绘背景背景。主句是 ὁ μάλιστα ἐπιρρώσας... ἦν Λεύκιος Σίκκιος,其中名词化的分词担任主语,ἦν 是主动词,专有名词作表语。分词 διαπραξάμενος 带有不定式短语 μηδὲ φωνὴν ὑπομένειν 作宾语。
  3. 10.36.3δυεῖν δέοντα ἑξήκοντα — 意为‘缺二的六十’(即五十八),是希腊语中表达接近整十之数字的惯用句法。分词 δέοντα 支配属格 δυεῖν。
  4. 10.36.5τοῦ μὴ περιπεσεῖν — 属格不定式,被形容词 αἴτιος(‘……的原因’)所支配。该不定式的逻辑主语是宾格的 τοὺς λοχαγοὺς。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.36.1-10.36.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.36.1-10.36.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。