§10.31.1τῷ δʼ ἑξῆς ἔτει Μάρκου Οὐαλερίου καὶ Σπορίου Οὐεργινίου τὴν ὑπατείαν ἐχόντων στρατιὰ μὲν ὑπερόριος οὐδεμία ἐξῆλθε Ῥωμαίων, πολιτικὰ δέ τινα προσκρούσματα τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους συνέστη πάλιν, ἐξ ὧν ἔσχον οἱ δήμαρχοι παρασπάσαντές τι τῆς ὑπατικῆς δυναστείας.
第二年,马尔库斯·瓦莱里乌斯和斯普里乌斯·维尔吉尼乌斯担任执政官,罗马人没有进行任何境外远征,但护民官与执政官之间再次发生了内部冲突,护民官由此得以篡夺执政官的部分权力。
τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἐκκλησίας μόνον ἦσαν οἱ δήμαρχοι κύριοι, βουλὴν δὲ συνάγειν ἢ γνώμην ἀγορεύειν οὐκ ἐξῆν αὐτοῖς, ἀλλʼ ἦν τῶν ὑπάτων τοῦτο τὸ γέρας.
因为在以前,护民官只拥有召集公民大会的权力,而召集元老院或发表意见对他们来说是不允许的,这本是执政官的特权。
§10.31.2οἱ δὲ τότε δήμαρχοι πρῶτοι συγκαλεῖν ἐπεβάλοντο τὴν βουλὴν Ἰκιλλίου τὴν πεῖραν εἰσηγησαμένου, ὃς ἡγεῖτο μὲν τοῦ ἀρχείου, δραστήριος δέ τις ἦν ἀνὴρ καὶ ὡς Ῥωμαῖος εἰπεῖν οὐκ ἀδύνατος.
但当时的护民官在伊基利乌斯的倡议下,首次企图召集元老院,伊基利乌斯是护民官会的首领,是一个精力充沛的人,且就罗马人而言,在言辞上不失为有能之人。
εἰσέφερε γάρ τι καὶ οὗτος πολίτευμα καινὸν ἀξιῶν ἀπομερισθῆναι τοῖς δημόταις τόπον εἰς οἰκιῶν κατασκευὰς τὸν καλούμενον Αὐεντῖνον.
因为他也提出了一项新的法案,要求将被称为阿文丁山的地方分配给平民用于建造房屋。
ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς, οὐκ ἐλάττων ἢ δώδεκα σταδίων τὴν περίμετρον, ἐμπεριεχόμενος τῇ πόλει, ὃς οὐχ ἅπας τότε ᾠκεῖτο, ἀλλʼ §10.31.3ἦν δημόσιός τε καὶ ὕλης ἀνάπλεως.
这是一座相当高的山丘,周长不少于十二斯塔迪翁,被包围在城市之内,当时并不是全部都有人居住,而是属于公有地,且长满树木。
τοῦτο τὸ πολίτευμα εἰσάγων ὁ δήμαρχος τοῖς τότε ὑπάτοις καὶ τῇ βουλῇ προσῄει δεόμενος τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν.
护民官引入这一法案后,前去拜见当时的执政官和元老院,请求他们就为此起草的法律通过一项元老院建议案,并将其提交给平民。
ἀναβαλλομένων δὲ καὶ παρελκόντων τῶν ὑπάτων τὸν χρόνον πέμψας τὸν ὑπηρέτην ὡς αὐτοὺς ἐκέλευσεν ἐπὶ τὴν ἀρχὴν ἀκολουθεῖν καὶ τὴν βουλὴν συγκαλεῖν.
但在执政官拖延并拉长时间时,他派出了自己的扈从去见他们,命令他们跟随到护民官官署并召集元老院。
ἐπεὶ δὲ τῶν ῥαβδούχων τις ἀπήλασε τὸν ὑπηρέτην κελευσθεὶς ὑπὸ τῶν ὑπάτων, ἀγανακτήσας ὁ Ἰκίλλιος καὶ οἱ συνάρχοντες αὐτοῦ, συνέλαβον τὸν ῥαβδοῦχον καὶ ἀπῆγον ὡς ῥίψοντες κατὰ τῆς πέτρας.
当一名扈从兵在执政官的命令下赶走该扈从时,愤怒的伊基利乌斯及其同僚们逮捕了这名扈从兵,并将其带走,企图将他从岩石上扔下去。
§10.31.4οἱ δὲ ὕπατοι βιάσασθαι μὲν ἢ τὸν ἀγόμενον ἀφελέσθαι, καίτοι δεινὰ δοκοῦντες ὑβρίσθαι, ἀδύνατοι ἦσαν, ἐπεκαλοῦντο δὲ τὴν ἐκ τῶν ἄλλων δημάρχων βοήθειαν.
执政官们虽然认为自己受到了极大的侮辱,但却无法动用武力或夺回被带走的人,于是他们向其他护民官请求协助。
οὐθὲν γὰρ τῶν πραττομένων ὑπὸ τῆς ἀρχῆς ἐκείνης ἐπισχεῖν ἢ κωλῦσαι τῶν ἄλλων τινὶ ἔξεστιν, ἀλλʼ §10.31.5ἑτέρου δημάρχου τοῦτʼ ἐστὶ τὸ κράτος.
因为其他任何官职都不得制止或阻挠该官职所做出的任何决定,而是这种权力属于另一位护民官。
τοῖς δʼ ἄρα πᾶσιν ἦν ταῦτα κατʼ ἀρχὰς δεδογμένα μήτʼ εἰσηγήσασθαί τινα καινὸν πολίτευμα μηθὲν ἐφʼ ἑαυτοῦ βαλόμενον, ἐὰν μὴ πᾶσι τὸ αὐτὸ δοκῇ, μήτε ἐναντιωθῆναί τινα τοῖς πραττομένοις, ὅσʼ ἂν αἱ πλείους γνῶμαι δοκιμάσωσι· καὶ περὶ τούτων εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἱερὰ θύσαντες ὅρκους ἔδοσαν ἀλλήλοις·
原来,他们全体在任期开始时就已约定,除非大家意见一致,否则任何人不得凭一己之见提出任何新的政令,且对于多数人赞同的事情,任何人不得表示反对;关于这些事情,他们在就职之初便举行了神圣的祭祀,并彼此宣誓。
οὕτως οἰόμενοι μάλιστα τὸ τῆς δημαρχίας ἀκατάλυτον ἔσεσθαι κράτος, ἐὰν τὸ στασιάζον ἐξ αὐτῆς ἀναιρεθῇ.
他们认为,如果能消除内部的分裂,护民官的权力将最为牢固、不可动摇。
§10.31.6τοῦτο δὴ φυλάττοντες τὸ συνωμόσιον εἶπον ἀπάγεσθαι τὸν φύλακα τῆς ἀρχῆς τῶν ὑπάτων, κοινὴν ἁπάντων εἶναι λέγοντες τὴν γνώμην, οὐ μὴν διέμεινάν γʼ ἐπὶ τῆς ὀργῆς, ἀλλὰ τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου παραιτουμένοις τὸν ἄνδρα ἀφῆκαν, τόν τε φθόνον ὑφορώμενοι τοῦ πράγματος, ὅτι πρῶτοι ἔμελλον θανάτῳ ζημιῶσαι τὸν ἄνδρα τὸ κελευσθὲν ὑπὸ τῶν ἀρχόντων ποιήσαντα, καὶ δεδοικότες, μὴ ἀπὸ ταύτης τῆς προφάσεως εἰς ἀπόνοιαν ἀναγκασθῶσιν οἱ πατρίκιοι τραπέσθαι.
因此,为了维护这一盟约,他们宣称这是所有人共同的决定,并下令带走这名执政官官职的守护者。 然而,他们并没有一味坚持愤怒,而是在元老院中最年长者们的恳求下释放了该男子,一方面是因为他们对这件事情可能招致的怨恨感到警惕——因为他们将是首批将履行长官命令之人处以死刑的人,另一方面也是因为他们担心贵族们会以此为借口被迫走向绝路。