Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.30.1-10.30.8

护民官增至十人与罗马对外征战的胜利

第 770 段,共 962 段 · 希腊语

内容简介

元老院同意将护民官人数从五人增至十人,内讧因而平息,罗马军队随后在针对萨宾人和埃奎人的征伐中取得胜利。

§10.30.1εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν ὁ
当执政官表示,如果平民向元老院让步这一政策,他们就绝不会失去任何其他合理的诉求,并督促他们说出他们的需要时,维尔吉尼乌斯与同僚们进行了简短的商讨,随后表示他将在元老院会议上进行陈述。
§10.30.2Οὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν. καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι.
此后,执政官们召集了元老院会议。 维尔吉尼乌斯走上前,向元老院呈报了平民的所有正当权利要求,并请求将领导平民的官职扩大一倍,即每年任命十名护民官,以代替原来的五名。
τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου, §10.30.3τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος.
其他人认为这不会给国家带来任何危害,因而建议予以批准而不加反对,当时在元老院中享有最大权势的卢修斯·昆克提乌斯主导了这一意见。
εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτʼ αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν ὁ δῆμος οὐδὲν οὐδὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος.
唯有盖乌斯·克劳狄乌斯一人表示反对。 他是阿庇乌斯·克劳狄乌斯的儿子,其父一生中只要平民的提案有任何不合法之处,便一概予以反对,而盖乌斯继承了其父的政治路线;在他自己担任执政官时,他也曾阻止向护民官授予针对那些因阴谋被指控的骑士的调查权。 他发表了长篇演说,力陈即使将护民官职位增加一倍,平民也绝不会变得更加温和或善良,反而会变得更加愚蠢和难以纠缠。
§10.30.4οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ πάντας ἑξῆς ζητήσειν, ὅ τι λέγοντες ἢ πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι.
因为,此后将被任命的人并不会根据某些特定的协议条款来接掌这一职位,从而止步于已确立的规章,反而会再次提出关于土地分配以及权利平等的议案,并且所有人都会接二连三地寻找一切言行来扩大平民的权力、削弱元老院的尊严。
καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς ὁ λόγος. ἔπειτα μετήγαγεν αὐτοὺς ὁ Κοίντιος διδάσκων,
这番话极大地触动了大多数人。
§10.30.5ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας.
然而,随后昆克提乌斯通过阐明以下道理,又使他们的态度转变了过来:即民众的指导者人数众多,实际上对元老院是有利的。
ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ.
因为人数较多者比较少者更难达成一致,而如果护民官内部发生分裂、意见不能统一,这恰恰是拯救国家利益的唯一办法,这一点是盖乌斯的父亲阿庇乌斯·克劳狄乌斯最先看出的。
§10.30.6ἐδόκει τε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς· ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα.
这些意见获得通过,并形成了元老院决议:允许平民每年任命十名护民官,但当时的在任者不得有一人连任。
τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν.
维尔吉尼乌斯及其同僚接受了这一元老院建议案并将其提交给民会,在通过了依此起草的法律之后,他们为来年任命了十名护民官。
§10.30.7παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους· Μηνυκίῳ μὲν οὖν ὁ κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ ὁ κατʼ Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι.
内讧平息之后,执政官们征召了军队并抽签决定出征去向:米努基乌斯分得了针对萨宾人的战争,霍拉蒂乌斯则分得了针对埃奎人的战争,两人都急忙领兵出发。
Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένων τε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν.
萨宾人严守着他们的城市,眼睁睁地看着田野里的一切财物和牲畜被抢劫一空;而埃奎人则派遣了一支军队去对抗罗马人。
§10.30.8ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοί τε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλʼ ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο.
他们虽进行了英勇的战斗,却无法战胜罗马的军事力量,最终不得不撤回自己的城市,并失去了他们为之争夺的那座小城镇。
Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦ τε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου.
霍拉蒂乌斯击溃了敌人,大肆蹂躏了他们的国土,并拆毁了科尔比奥的城墙,将其房屋从地基上彻底摧毁,随后率领军队班师回朝。

词汇与语法注释

  1. 10.30.1οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων — 动词 ἁμαρτάνω 接属格(οὐθενὸς ἄλλου... τῶν μετρίων),意为“错过、未能获得”。作为由条件分词 συγχωροῦντες(“如果向元老院让步这一政策”)引导的条件句的主句谓语动词。
  2. 10.30.2ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου — 属格绝对。名词 γνώμης 是受 ἄρχοντος 支配的属格,构成了“主导/先导意见”的表达方式。
  3. 10.30.5ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν — 在间接引语(由 ὅτι 引导)内部,由 ἣν(先行词为 βοήθειαν)引导的关系从句采用了“对格加不定式”结构(Ἄππιον... ἰδεῖν)。这是因为作者所转述的昆克提乌斯的间接发言延伸到了关系从句中。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.30.1-10.30.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.30.1-10.30.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。