Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.28.1-10.28.8

奥拉提乌斯对护民官的反驳与决死抵抗的誓言

第 768 段,共 962 段 · 希腊语

内容简介

执政官盖乌斯·奥拉提乌斯向表示反对的护民官维尔吉尼乌斯表明,贵族们已决心为祖国而战,并警告说留守后方的人宁可杀死家眷、烧毁城市,也绝不向敌人投降。

§10.28.1ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτʼ ἐδόκει, καὶ οὐθεὶς ἦν ὁ τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν.
既然所有其他人也都赞同这一点,且没有任何人发表反对意见,执政官们便召集民众举行大会。
συνελθόντος δʼ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν.
当城里的所有群众都聚集起来,好似要听取什么新奇的消息时,执政官之一盖乌斯·奥拉提乌斯走上前去,试图说服平民们也自愿承担这次出征。
ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὁ ὕπατος εἶπε· §10.28.2καλὸν γʼ, ὦ Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον· καὶ τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος πάντʼ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες ἢ τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν.
但由于护民官们表示反对,而民众也倾听他们的意见,执政官再次走上前去说道: “维尔吉尼乌斯啊,你们把民众从元老院分裂出去,确实成就了一件体面而令人惊叹的大事;就你们的分内而言,我们已经失去了所有我们保有的东西,无论是从祖先那里继承下来的,还是靠我们自己的辛劳获得的。
§10.28.3οὐ μὴν ἡμεῖς γʼ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλʼ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας·
然而,我们决不愿不战而放弃它们;相反,我们将与那些渴望拯救祖国的人一起拿起武器,以我们行动的良好希望为盾,奔赴战场。
καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ ἡ τὴν πόλιν τήνδε αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα· εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γʼ ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος.
如果确实有某位神明在监察着高贵而正义的斗争,且长期以来促使这座城市繁荣的命运尚未抛弃她,我们必将战胜敌人;但如果确实有某个神灵作梗,反对城市的得救,那么我们心中的善意与热忱也决不会消亡,反而我们会为了祖国选择所有人中最崇高的死亡。
§10.28.4ὑμεῖς δὲ αὐτοῦ μένοντες οἰκουρεῖτε ἅμα ταῖς γυναιξίν, ὦ καλοὶ καὶ γενναῖοι προστάται τῆς πόλεως, ἐγκαταλιπόντες, μᾶλλον δὲ προδόντες ἡμᾶς, οἷς οὔτʼ ἂν νικήσωμεν ἡμεῖς ὁ βίος ἔσται καλός, οὔτʼ §10.28.5ἂν ἄλλως χωρήσῃ τὰ καθʼ ἡμᾶς ἀσφαλής·
而你们这些城市高贵而慷慨的保护者,就留在原地,和妻子们一起守家,遗弃乃至背叛我们吧;对于我们来说,即使我们获胜,生活也不会安适,而若我们的境遇有其他变故,也不会安全。
εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐδʼ ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶ §10.28.6μνημεῖα τῆς ἔχθρας ἀνεστήσατε.
除非,你们确实在抱着那冷酷的希望而自鸣得意,以为一旦贵族被消灭,敌人就会考虑到这一恩惠而放过你们,并允许你们享受祖国、自由、霸权以及你们现在拥有的一切其他好处;为了这些,当你们怀有最健全的思想时,你们分割了许多土地,将许多城市夷为平地、奴役其居民,并竖立了许多宏伟的、即使在万世之后也不会湮灭的战胜纪念碑和敌意的纪念碑,这些甚至不会被万世磨灭。
ἀλλὰ τί τῷ δήμῳ ταῦτʼ ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον ἢ οὐχ ὑμῖν, ὦ Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις;
但我为什么要指责那些从未自愿变坏的民众,而不指责你们,维尔吉尼乌斯,你们这些推行这些崇高政策的人呢?
ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταί τε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρʼ ἀνθρώπων κόλασιν.
因此,对于我们这些决不能怀有卑微想法的人来说,为祖国进行斗争已被决定,且绝不会有任何阻碍我们起来斗争的事物;但对于你们这些遗弃并背叛公共利益的人,若你们果真能逃脱人间的惩罚,来自众神惩罚的公义必将毫无怨言地临到你们。
§10.28.7ἀλλʼ οὐδὲ ταύτην διαφεύξεσθε· καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλʼ εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν.
但你们也决不会逃脱这惩罚;不要以为我是在恐吓你们,而是要清楚地知道,如果敌人的势力占据上风,我们中留守在此作为城市守护者的人,必将做出他们理应做出的决断。
οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ
因为,难道不是已经有一些野蛮人在被敌人俘获时,就想到了既不让出妻子,也不让出孩子,亦不让出城市,而是放火烧毁城市、屠杀亲人吗?
§10.28.8κατασφάξαι, Ῥωμαίοις δʼ ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν;
那么,对于以统治他人为祖传风尚的罗马人来说,难道不会想到对自己也做此决断吗?
οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλʼ ἀφʼ ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια.
他们不会如此卑劣,而是会从你们这些最可憎的敌人开始,然后走向亲爱的人。
πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς.
看着这些,去开你们的大会,提出你们的新法律吧。 ”

词汇与语法注释

  1. 10.28.2τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος — 该副词短语将习语 ἐφ' ἡμῖν (ὑμῖν) εἶναι(在我们的/你们的能力范围内,或就我们/你们而言)与起限制宾格作用的 μέρος(部分、角色)相结合,意为“就你们的分内而言”或“在你们这一方”。
  2. 10.28.4οἷς — 关系代名词 οἷς 的先行词是其前的 ἡμᾶς(我们,即奔赴战场的贵族)。该与格在后续的 βίος ἔσται καλός 和 ἀσφαλής 中充当“利害关系与格”(或所有与格),意为“对于我们(出征的人)来说,即使我们获胜,生活也不会安适,而若我们的境遇有其他变故,也不会安全”。
  3. 10.28.5ὧν — 关系代名词 ὧν 属格,其先行词是前句中的 τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά(祖国、自由、霸权及所有其他好处)。该属格表示目的或原因(“为了这些”),修饰后续在平民“怀有最健全思想”时所采取的夺取土地和建立纪念碑的行动。
  4. 10.28.7φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν — 动词 φρονέω 在此不仅意为“思考”,更意为“决意”或“抱有某种意志”。在语境中,它指的是留守的守护者在罗马面临向敌人投降的绝境时,宁可杀死妻子儿女、烧毁城市而一同殉国的极端决断(即“他们理应做出的决断”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.28.1-10.28.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.28.1-10.28.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。