§10.26.1μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφʼ οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος.
在这些人之后,迎来了第八十一届奥林匹克运动会,在此届运动会上,库利奈的波吕姆纳斯托斯赢得了短跑比赛的冠军。 在雅典,卡利亚斯担任执政官,在此期间,盖乌斯·奥拉提乌斯和昆克图斯·米努基乌斯在罗马接任了执政官职。
ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπʼ αὐτῶν τὰ μεταξὺ Κρουστομερείας τε καὶ Φιδήνης λέγοντες.
在他们任内,萨宾人再次向罗马人出兵,蹂躏了他们的大片领土,从田野里逃离的人们成群结队地走来,说克鲁斯托梅里亚与斐得奈之间的所有地区都已被他们占领。
§10.26.2Αἰκανοί τε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν·
最近刚被击败的埃奎人也再次拿起武器。
καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήν τε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοί τε ἦσαν ἐργάσασθαι, ταῦτα διʼ ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν.
他们中最强壮的人在夜间进军到科尔比奥城——这是他们在前一年交托给罗马人的城市,并将在城中沉睡的守备队屠杀殆尽,只有少数刚好不在场的幸存者除外。 而其余的人则率领大军,向拉丁人部族的奥尔顿城发动进攻并通过强袭将其占领,由于愤怒,他们将所有无法对罗马人实施的暴行都施加在了罗马人的盟友身上。
§10.26.3τοὺς μὲν γὰρ ἐν ἥβῃ πάντας, πλὴν εἴ τινες διέφυγον εὐθὺς ἁλισκομένης τῆς πόλεως, ἀπέκτειναν, γυναῖκας δὲ καὶ παῖδας αὐτῶν καὶ τὰ γηραιὰ τῶν σωμάτων ἠνδραποδίσαντο, καὶ τῶν χρημάτων ὅσα δύναμις ἦν αὐτοῖς φέρειν συσκευασάμενοι κατὰ σπουδήν, πρὶν ἅπαντας ἐπιβοηθῆσαι Λατίνους, ἀνέστρεψαν.
因为他们杀死了所有正值壮年的男子,只有在城市被占领时立刻逃脱的少数人除外,而将他们的妻子、孩子以及年迈者都掠为奴隶。 在急忙收拾好他们能够带走的所有财产后,他们在所有拉丁人赶来救援之前撤回了。
§10.26.4τούτων δὲ ἅμα προσαγγελλομένων ὑπό τε Λατίνων καὶ τῶν ἐκ τῆς φρουρᾶς διασωθέντων ἡ μὲν βουλὴ στρατιὰν ἐκπέμπειν ἐψηφίσατο καὶ τοὺς ὑπάτους ἀμφοτέρους πορεύεσθαι·
当拉丁人以及从守备队中幸存的人同时报告这些事情时,元老院投票决定派遣军队,并让两位执政官出征。
οἱ δὲ περὶ τὸν Οὐεργίνιον δήμαρχοι πέμπτον ἔτος ἐπὶ τῆς αὐτῆς ὄντες ἐξουσίας ἐκώλυον, ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐποίουν ἔτεσιν, ἐνιστάμενοι ταῖς στρατολογίαις τῶν ὑπάτων, τὸν ἐντὸς τείχους πρῶτον ἀξιοῦντες καταλυθῆναι πόλεμον ἀποδοθείσης τῷ δήμῳ τῆς περὶ τοῦ νόμου διαγνώσεως, ὃν ὑπὲρ τῆς ἰσηγορίας εἰσέφερον, ὅ τε δῆμος αὐτοῖς συνελάμβανε πολλοὺς κατὰ τῆς βουλῆς καὶ ἐπιφθόνους διεξιοῦσι λόγους.
然而,以维尔吉尼乌斯为首的护民官们,在连续第五年担任同一职位的情况下,像前几年所做的那样,通过阻挠执政官的征兵来进行对抗,他们主张应当首先通过将关于他们为争取平等权利而提出的法律的裁决权归还给民众,来解决城墙内的战争;民众也支持他们,因为他们发表了许多针对元老院且充满敌意的言论。
§10.26.5ἑλκομένου δὲ τοῦ χρόνου καὶ οὔτε τῶν ὑπάτων ὑπομενόντων προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν τὸν νόμον, οὔτε τῶν δημάρχων συγχωρῆσαι βουλομένων τὴν καταγραφὴν καὶ τὴν ἔξοδον τῆς στρατιᾶς γενέσθαι, λόγων τε πολλῶν καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατʼ ἀλλήλων ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐπὶ τῆς βουλῆς μάτην ἀναλισκομένων, ἑτέρα τις εἰσαχθεῖσα ὑπὸ τῶν δημάρχων ἐπὶ τῇ βουλῇ πολιτεία καὶ παρακρουσαμένη τὸ συνέδριον, τὴν μὲν τότε κατέχουσαν στάσιν ἐπράυνεν, ἑτέρων δὲ πολλῶν καὶ μεγάλων ἐγένετο πλεονεκτημάτων αἰτία τῷ δήμῳ.
随着时间拖延,执政官们既不愿通过预备决议并将法律提交给民众,护民官们也不愿允许进行征兵和军队出征,而他们在民会和元老院中针对彼此发表的许多言论和指责也都白白浪费了,这时,由护民官向元老院提出并使议会措手不及的另一项政治措施,平息了当时支配局势的内讧,并成为了民众获得其他许多巨大权益的原因。
διηγήσομαι δὲ καὶ ταύτην τὴν δυναστείαν ὃν τρόπον ὁ δῆμος ἔλαβε.
至于民众是如何获得这一权力的,我也将予以详述。