§10.25.1παραλαβὼν δὲ ὁ Κοίντιος τὴν πόλιν τὰ μὲν ἐπιφανέστατα τῶν λαφύρων εἰς Ῥώμην ἐκέλευσε φέρειν, τὰ δʼ ἄλλα πάντα διελέσθαι κατὰ λόχους ἐπέτρεψε τοῖς τε σὺν αὐτῷ παραγενομένοις στρατιώταις καὶ τοῖς ἅμα Κοιντίῳ τῷ ταμίᾳ προαποσταλεῖσι.
昆克蒂乌斯在接管了城市后,下令将战利品中最显眼的部分运往罗马,并允许将其他所有物品按中队分配给随他一同到达的士兵以及与财务官昆克蒂乌斯一同提前派出的士兵。
τοῖς δὲ μετὰ Μηνυκίου τοῦ ὑπάτου κατακλεισθεῖσιν ἐν τῷ χάρακι μεγάλην ἔφη δεδωκέναι δωρεὰν τὰ σώματα αὐτῶν ἐκ θανάτου ῥυσάμενος.
而对于与执政官米努基乌斯一同被困在营垒中的人,他则说,他将他们的生命从死亡中解救出来,就是赐予了他们一份伟大的礼物。
§10.25.2ταῦτα πράξας καὶ τὸν Μηνύκιον ἀποθέσθαι τὴν ἀρχὴν ἀναγκάσας ἀνέστρεψεν εἰς τὴν Ῥώμην καὶ κατήγαγε λαμπρότατον ἁπάντων ἡγεμόνων θρίαμβον, ἐν ἡμέραις ἑκκαίδεκα ταῖς πάσαις, ἀφʼ ἧς παρέλαβε τὴν ἀρχήν, στρατόπεδόν τε σώσας φίλιον καὶ πολεμίων δύναμιν ἀκμάζουσαν καθελὼν πόλιν τε αὐτῶν πορθήσας καὶ φρουρὰν αὐτῆς ὑπολιπὼν τόν τε ἡγεμόνα τοῦ πολέμου καὶ τοὺς ἄλλους ἐπιφανεῖς ἄνδρας ἁλύσει δεδεμένους ἀγαγών.
在完成了这些事情并强迫米努基乌斯辞去职务后,他返回罗马,在自接任该职起总共十六天的时间里,举办了在所有将领中最为辉煌的凯旋式。 在此期间,他解救了友军的营地,摧毁了敌军正值强盛的兵力,掠夺了他们的城市并在其中留下了守备队,还将战争的首领及其他显贵人物用锁链绑着押解了回来。
§10.25.3καὶ ὃ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆς τε βουλῆς δεομένης γῆν τε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλων τε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλʼ ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ §10.25.4ἢ ἄλλοι ἐπὶ πλούτῳ.
而在他所有的事情中,最值得令人赞叹的是,他虽然获得了为期六个月的如此巨大的权力,却并没有用尽法律所允许的全部期限,而是将民众召集到民会中,并在对自己的所作所为做出交代后,宣誓辞去了职务。 尽管元老院恳求他从征服的土地中获取他所想要的任何数量的土地,并从战利品中接受奴隶和财物,以他通过自己的辛劳从敌人那里获得的最体面且正当的财富来改善他的贫困,但他并不认为应当接受。 并且,尽管他的朋友和亲属们献上了丰厚的礼物,并将善待此人视为胜过一切福分的事情,但他称赞了他们的热忱,却未接受任何赠予,而是再次回到了那片狭小的土地上,重新过起了自耕农的生活,以代替帝王般的生活,比起他人以财富为傲,他更以贫穷为荣。
μετʼ οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπʼ οἴκου τὰς δυνάμεις.
不久之后,另一位执政官纳乌蒂乌斯也在会战中击败了萨宾人,并在席卷了他们的大片领土后,率领军队回国。