Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.23.1-10.23.5

米努基乌斯被围与任命辛辛纳图斯为独裁官

第 763 段,共 962 段 · 希腊语

内容简介

罗马再次派使者和祭司前往却无果,执政官米努基乌斯出征却中伏被围。罗马得知消息后,留守的城市长官法比乌斯派兵增援,另一位执政官劳提乌斯则赶回罗马并指派辛辛纳图斯为独裁官。

§10.23.1Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούς τε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν·
罗马人遭到此人的这般侮辱,并未立即任由愤怒驱使而派出军队,而是向他派出了第二个使者团,并派遣了被称为“菲提亚利斯”的祭司们,呼吁神明和神灵作证:如果他们无法获得正义的偿还,他们将被迫出于神圣义务诉诸战争。
καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν.
此后,他们才派遣了执政官。
§10.23.2ὁ δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν·
而格拉克斯在得知罗马人逼近后,便拔营将军队带向更远的地方,敌军则紧随其后。
ὅπερ καὶ συνέβη.
他希望将他们引入能让自己占据优势的地方,而事情也确实如此。
φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν.
他预先看守着一个被群山环抱的山谷,当追击他的罗马人进入谷中时,他便转身在通往山谷出口的道路旁安营扎寨。
§10.23.3ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλʼ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός, ἔνθα οὔθʼ ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθʼ ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους.
因此,罗马人未能选择他们所期望的营地,而只能接受形势赋予他们的处境:在那里,由于该地被荒凉且险峻的群山环抱,既不易为马匹获取饲料,又因为从家中带来的粮食已经耗尽,而无法从敌方土地上为自己搜集食物,而且由于敌人对峙并堵塞了出口,他们也无法转移营地。
βιάσασθαί τε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα.
他们选择强行突围,并向前投入战斗,却被击退,在遭受重大伤亡后,被困在同一个营垒之中。
ὁ δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέ τε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα.
科埃利乌斯因这一胜利而意气风发,在他们周围挖掘壕沟并筑起栅栏,并满怀希望地认为他们会在饥饿的逼迫下向他缴械投降。
§10.23.4ἀφικομένης δʼ εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος ὁ καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόν τε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ.
当关于这些事情的消息传到罗马时,留守城内的城市长官昆图斯·法比乌斯从其麾下的军队中挑选出最精锐、最强壮的部分,派去支援执政官。
ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ὁ ταμίας ἀνὴρ ὑπατικός.
这支军队由财务官、具有执政官资历的提图斯·昆克蒂乌斯率领。
§10.23.5πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τά τε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων.
他还派人给在萨宾人境内的另一位执政官劳提乌斯送去书信,说明了米努基乌斯所遭遇的变故,并要求他迅速赶来。
κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ·
劳提乌斯将营地的防卫委托给使节(副官们),自己则带着少数骑兵,快马加鞭向罗马奔驰。
εἰσελθὼν δʼ εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, ὅ τι χρὴ ποιεῖν.
他在夜色尚深时进入城内,与法比乌斯以及其他市民中最年长者共同商议该如何应对。
ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι ὁ καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην Λεύκιον Κοίντιον Κικιννᾶτον.
当所有人都认为眼前的局势需要一位独裁官时,他便指派卢基乌斯·昆克蒂乌斯·辛辛纳图斯担任此职。
καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον,
他自己办完这些事情后,便再次返回了军营。

词汇与语法注释

  1. 2049ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν — ὅτι 从句中的主语分词 δυνηθέντες 带有否定词 μὴ,表示条件(“如果他们无法获得正义”)。此外,ὅσιον 作副词或表语使用,意为“作为神圣的义务”或“合乎神意地”。
  2. p.v.4p.44συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλʼ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός — 先行词 τόπον 被并入关系从句 ὃν ἐβούλοντο ἐκλέξασθαι 之中(先行词抱合),并与后面的 ἀλλʼ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός 形成平行对比,作为无人称动词 συνεβεβήκει 的主语或补语。
  3. 2051ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν — 此处的 πρεσβευταῖς 并非其通常所指的“使者”,而是被用作罗马军事职务“副官”(legati)的希腊语翻译。它指的是执政官劳提乌斯在离开军营时,将营地指挥权托付给的幕僚军官。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.23.1-10.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.23.1-10.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。