Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.11.1-10.11.5

护民官要求调查阴谋的权力

第 751 段,共 962 段 · 希腊语

内容简介

护民官要求元老院将所告发阴谋的调查权交由护民官自身,并指出若非如此将产生的矛盾,同时强调危险迫在眉睫,促请立即做出决议。

§10.11.1ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, ὦ πατέρες, ἐπισκήπτοντες θεούς τε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλʼ ἐπαμῦναί τε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας.
在如此巨大的危险中,我们风雨飘摇,在此向你们——元老院诸公——祈求,呼吁我们共同祭祀的神明与神灵作证,并提醒你们,我们曾与你们共同承担了许多重大的战争。 我们恳求你们不要坐视我们遭受敌人残暴和不敬的对待,而要向我们伸出援手,并同仇敌忾,协助我们向策划这些阴谋的人——最好是向所有人,否则至少向那些发起这非法阴谋的首谋者——讨回公道,施以应有的惩罚。
§10.11.2πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, ὦ βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφʼ ἡμῶν τῶν δημάρχων γίνεσθαι.
但首先,元老院诸公,我们要求你们决议一件最公正的事,即关于所告发之目的调查由我们这些护民官来举行。
χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται.
因为除了公正之外,那些由身处险境者自己为自身所做的调查,必然是最为精确的。
§10.11.3εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μηδὲ καθʼ ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρʼ αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν· πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλʼ ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον;
如果你们当中有些人,在任何一件事上都不怀好意,反而反对所有为平民说话的人,我倒很想向他们请教,他们究竟凭什么对这些要求感到不满,又企图说服你们做什么:难道是不做任何调查,反而对针对平民组织起来的如此重大且污秽的罪行视而不见吗?
καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλʼ οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν;
谁能说这些说话的人神志清醒,而不是与阴谋者同流合污并参与了阴谋,进而因为害怕自己暴露而极力阻挠对真相的审查呢?
οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν.
对于这些人,你们当然不应当听信。
§10.11.4ἢ τῆς διαγνώσεως τῶν μηνυομένων οὐχ ἡμᾶς εἶναι κυρίους ἀξιώσουσιν, ἀλλὰ τὴν βουλὴν καὶ τοὺς ὑπάτους;
或者,他们是否会要求,对于被密告之事的判定权不属于我们,而属于元老院和执政官?
τί οὖν τὸ κωλύον ἔσται τὸ αὐτὸ τοῦτο καὶ τοὺς προεστηκότας τοῦ δήμου λέγειν, ἐάν τινες ἐκ τῶν δημοτικῶν ἐπὶ τοῖς ὑπάτοις καὶ τῇ βουλῇ συστάντες πράττωσι τὴν τοῦ συνεδρίου κατάλυσιν, ὅτι τὴν περὶ τῶν δημοτῶν ἐξέτασιν αὐτοὺς δίκαιόν ἐστι ποιεῖσθαι τοὺς ἀνειληφότας τὴν τοῦ δήμου φυλακήν;
那么,如果平民中的某些人联合起来反对执政官和元老院,企图解散元老院,又有什么能阻止平民的首领也说这同样的话——即认为,由承担保护平民职责的他们自己来对平民进行审查,才是合乎正义的呢?
τί οὖν ἐκ τούτου συμβήσεται;
那么,由此会产生什么结果呢?
μηδεμίαν πώποτε γενέσθαι ζήτησιν περὶ μηθενὸς πράγματος ἀπορρήτου.
那就是对于任何机密事件都绝不会有任何调查。
§10.11.5ἀλλʼ οὔθʼ ἡμεῖς ἂν ταῦτʼ ἀξιώσαιμεν· ὕποπτος γὰρ ἡ φιλοτιμία· ὑμεῖς τʼ οὐκ ἂν ὀρθῶς ποιοῖτε τοῖς τὰ ὅμοια ἀξιοῦσι καθʼ ἡμῶν προσέχοντες τὸν νοῦν, ἀλλὰ κοινοὺς ἡγούμενοι τῆς πόλεως ἐχθρούς.
但我们既不会提出这样的要求(因为这种特权之争是令人怀疑的),而你们如果对那些针对我们提出类似要求的人偏听偏信,也是不对的,反倒应当视他们为城邦的公敌。
οὐδενὸς μέντοιγε, ὦ βουλή, τοῖς πράγμασιν ὡς τάχους δεῖ.
然而,元老院诸公,对于眼前的局势,最需要的莫过于迅速。
ὁ γὰρ κίνδυνος ὀξύς, καὶ ἡ μέλλησις τῆς ἀσφαλείας ἄωρος ἐν οὐ μέλλουσι δεινοῖς.
因为危险是迫切的,在不容拖延的危难之中,为了安全而迟疑是失时的。
ὥστʼ ἀφέντες τὸ φιλονεικεῖν καὶ λόγους διεξιέναι μακροὺς ψηφίσασθε ὅ τι ἂν δοκῇ κοινῇ συμφέρειν ἤδη.
因此,请放弃争执和长篇大论,立即决议任何看来对大家有利的事。

词汇与语法注释

  1. §10.11.1συνεισπράξαντας — 这是一个不定过去时分词宾格复数形式,修饰不定式 ἐπαμῦναί τε καὶ συναγανακτῆσαι 的隐含主语“你们”(宾格 ὑμᾶς),而非紧邻的与格 ἡμῖν 或主句的主语。
  2. §10.11.3ἐπὶ τῷ — 此处的 τῷ 并非定冠词的与格,而是疑问代名词 τίς 的与格 τίνι 的缩约形,在此构成疑问短语“凭什么”或“出于何种原因”(=ἐπὶ τίνι)。
  3. §10.11.4ὅτι — 连接词 ὅ提 引导前面不定式 λέγειν 的宾语从句(“说……是公正的”),构成句子的核心骨架:τί οὖν τὸ κωλύον ἔσται ... λέγειν ὅτι ...(“那么有什么能阻止……说……呢”)。
  4. §10.11.5οὐδενὸς ... δεῖ — 无人称动词 δεῖ 在此接所需要之物的属格(οὐδενὸς 和 ὡς τάχους,“最需要的莫过于迅速”)以及需要者或相关事物的与格(τοῖς πράγμασιν,“对于当前的事态”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.11.1-10.11.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.11.1-10.11.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。