Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.13.1-10.13.7

克劳狄乌斯对护民官的质询与平民的反应

第 753 段,共 962 段 · 希腊语

内容简介

克劳狄乌斯质问护民官并要求他们提出指控的证据,并声称将在人民面前揭露其欺诈阴谋。元老院会议解散后,平民阶层对这一争端产生了不同的反应和企图。

§10.13.1ταῦτα τὰ βουλεύματα ἦν αὐτῶν, ὦ βουλή, καὶ τὸν μεταξὺ χρόνον ὃν ἑωρᾶτε συνεδρεύοντας αὐτούς, οὗτος ὁ δόλος ὑπʼ αὐτῶν ὑφαίνετο ἐπὶ τοῖς ἀρίστοις ὑμῶν, καὶ τοῦτο τὸ δίκτυον κατὰ τῶν εὐγενεστάτων ἱππέων ἐπλέκετο.
元老院诸公,这些就是他们的企图。 在你们看到他们聚集开会的这段时间里,这个阴谋正是他们针对你们中最优秀的人所编织的,这张网也是针对最尊贵的骑士们所织成的。
καὶ ὅτι ἀληθῆ ταῦτʼ §10.13.2ἐστί, βραχέος μοι πάνυ δεῖ λόγου.
而这些事情是真实的,证明这一点,我只需要极短的篇幅。
φέρε γὰρ εἴπατέ μοι, Οὐεργίνιε, οἱ τὰ δεινὰ πεισόμενοι, παρὰ τίνων ἐδέξασθε τὰ γράμματα ξένων;
因为,来吧,告诉我,维尔吉尼乌斯,还有你们这些将要遭受可怕灾难的人,你们是从哪些外国人那里收到这些信件的?
τῶν ποῦ κατοικούντων, ἢ πόθεν ὑμᾶς εἰδότων, ἢ πῶς τἀνθάδε συνεδρευόμενα ἐπισταμένων;
他们住在哪里? 从哪里认识你们的? 又是如何得知这里会议的内容的?
τί ἀναβάλλεσθε καὶ μετὰ ταῦτʼ ἐρεῖν αὐτοὺς ὑπισχνεῖσθε, ἀλλʼ οὐ πάλαι λέγετε;
你们为什么要拖延,并允诺此后再说出他们,而不是早就说出来?
τίς δʼ ὁ τὰ γράμματα κομίσας ὑμῖν ἀνήρ ἐστι;
而给你们送信的人又是谁?
τί οὐ κατάγετε αὐτὸν εἰς μέσον, ἵνʼ ἀπʼ ἐκείνου πρῶτον ἀρξώμεθα ζητεῖν, εἴτε ἀληθῆ ταῦτʼ ἐστίν, εἴτε ὡς ἐγώ φημι πλάσματα ὑμέτερα;
你们为什么不把他带到大家面前,以便我们首先从他开始调查,看看这些事情是真实的,还是如我所说是你们的捏造?
§10.13.3αἱ δὲ δὴ συνᾴδουσαι τοῖς ξενικοῖς γράμμασι μηνύσεις παρὰ τῶν ἐνθάδε τίνες τʼ εἰσὶ καὶ ὑπὸ τίνων γενόμεναι;
那么,与那些外国来信相呼应的、由本地人提供的告密又是什么,又是由谁做出的呢?
τί κρύπτετε τὰς πίστεις, ἀλλʼ οὐκ εἰς τὸ ἐμφανὲς ἄγετε;
你们为什么要隐藏这些证据,而不把它们公开呢?
ἀλλʼ οἶμαι τῶν μήτε γενομένων μήτε ἐσομένων ἀδύνατον εὑρεθῆναι πίστιν.
不过我想,对于既未发生、也绝不会发生的事情,是不可能找到证据的。
§10.13.4ταῦτʼ ἐστίν, ὦ βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίας, ἀλλὰ καθʼ ὑμῶν δόλου καὶ πονηρᾶς γνώμης, ᾗ κέχρηνται κρύψαντες οὗτοι·
元老院诸公,这些并不是针对他们的阴谋的证据,而是针对你们的阴谋和恶意阴谋的证据,是这些人暗中使用的。
τὰ γὰρ πράγματα αὐτὰ βοᾷ.
因为事实本身在呼喊。
αἴτιοι δʼ ὑμεῖς οἱ τὰ πρῶτα ἐπιτρέψαντες αὐτοῖς καὶ τὸ ἀνόητον τῆς ἀρχῆς μεγάλῃ καθοπλίσαντες ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ κρίνειν ἐπʼ αἰτίαις ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆς ἀριστοκρατίας ἀναρπαζόμενον ὑπʼ αὐτῶν περιείδετε.
而责任在你们,是你们向他们让步了第一步,用巨大的权力武装了他们那愚蠢的官职,当时在过去的一年里,你们允许凯索·昆克蒂乌斯因虚假指控受审,并眼睁睁看着贵族政体如此伟大的守护者被他们夺走。
τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐδὲ καθʼ ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλʼ ἀθρόους ἤδη περιβαλόντες τοὺς ἀγαθοὺς ἐλαύνουσιν ἐκ τῆς πόλεως·
因此,他们不再克制,也不再一个一个地削弱高贵者,而是现在将优秀的人一网打尽,驱逐出城邦。
§10.13.5καὶ πρὸς τοῖς ἄλλοις κακοῖς οὐδʼ ἀντειπεῖν αὐτοῖς ἀξιοῦσιν οὐθένα ὑμῶν, ἀλλʼ εἰς ὑποψίας καὶ διαβολὰς ἄγοντες ὡς κοινωνοῦντα τῶν ἀπορρήτων δεδίττονται καὶ μισόδημον εὐθὺς εἶναί φασι, καὶ προλέγουσιν ἥκειν ἐπὶ τὸν δῆμον ὑφέξοντα τῶν ἐνθάδε ῥηθέντων δίκας.
除了其他的恶行之外,他们甚至不容许你们中的任何人反驳他们,而是以参与机密为由,将你们引入怀疑和诽谤之中,以此来恐吓你们,并随即声称你们是仇视人民的人,还预先宣告必须到人民面前,为在这里所说的话接受惩罚。
§10.13.6ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται καιρὸς ἐπιτηδειότερος τοῖς λόγοις, νυνὶ δὲ συντεμῶ τὸν λόγον καὶ παύσομαι τὰ πλείω διατεινόμενος·
但关于这些事情,将会有另一个更合适的机会来讨论,现在我将缩短发言,不再赘述。
φυλάττεσθαι ὑμῖν παραινῶ τούσδε τοὺς ἄνδρας ὡς συνταράττοντας τὴν πόλιν καὶ μεγάλων ἐκφέροντας ἀρχὰς κακῶν καὶ οὐκ ἐνθάδε μὲν ταῦτα λέγω, πρὸς δὲ τὸν δῆμον ἀποκρύψομαι, ἀλλὰ κἀκεῖ παρρησίᾳ δικαίᾳ χρήσομαι, διδάσκων ὡς οὐδὲν αὐτοῖς ἐπικρέμαται δεινόν, ὅτι μὴ κακοὶ καὶ δόλιοι προστάται πολεμίων ἔργα ἐν προσποιήματι φίλων διαπραττόμενοι.
我建议你们警惕这些人,因为他们使城邦陷入混乱,并带来了巨大灾难的开端。 我并不是在这里说了这些话,却对人民隐瞒,而是即使在那里,我也将使用公正的坦诚,告诉他们:除了那些伪装成朋友、实际上却在干着敌人勾当的邪恶且狡诈的保护者之外,他们并没有面临任何可怕的危险。
§10.13.7ταῦτʼ εἰπόντος τοῦ ὑπάτου κραυγή τε καὶ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐδὲ λόγου τοῖς δημάρχοις ἔτι μεταδόντες διέλυσαν τὸν σύλλογον.
执政官说完了这些话,在座的人群起欢呼并大加赞赏,甚至不给护民官发言的机会便解散了会议。
ἔπειθʼ ὁ μὲν Οὐεργίνιος ἐκκλησίαν συναγαγὼν κατηγόρει τῆς τε βουλῆς καὶ τῶν ὑπάτων, ὁ δὲ Κλαύδιος ἀπελογεῖτο τοὺς αὐτοὺς λόγους διεξιών, οὓς εἶπεν ἐπὶ τῆς βουλῆς.
随后,维尔吉尼乌斯召集民众大会,谴责元老院和执政官,而克劳狄乌斯则通过详细重申他在元老院所说的同样话语来进行辩护。
οἱ μὲν οὖν ἐπιεικέστεροι τῶν δημοτικῶν κενὸν ὑπώπτευον εἶναι τὸν φόβον, οἱ δʼ εὐηθέστεροι πιστεύοντες ταῖς φήμαις ἀληθῆ· ὅσοι δὲ κακοήθεις ἦσαν ἐν αὐτοῖς καὶ μεταβολῆς ἀεὶ δεόμενοι, τοῦ μὲν ἐξετάζειν τἀληθὲς ἢ ψεῦδος οὐκ εἶχον πρόνοιαν, ἀφορμὴν δὲ διχοστασίας ἐζήτουν καὶ θορύβου.
因此,平民中较为通情达理的人怀疑这种恐惧是毫无根据的,而较为愚蠢的人则相信谣言,认为那是真的;至于他们中间那些心怀恶意、总是渴望变革的人,则根本不打算去查明真伪,反而在寻找分裂和混乱的机会。

词汇与语法注释

  1. §10.13.1τὸν μεταξὺ χρόνον ὃν ἑωρᾶτε συνεδρεύοντας αὐτούς — τὸν μεταξὺ χρόνον 是表示时间的宾格,而 συνεδρεύοντας 是与感官动词 ἑωρᾶτε 的直接宾语 αὐτούς 一致的谓语性分词,表示“看到他们正在开会”。
  2. §10.13.2βραχέος μοι πάνυ δεῖ λόγου — 无人称动词 δεῖ 在此接表示需要者的与格(μοι)和表示所需要之物的属格(βραχέος... λόγου),结构上承接前文的 ὅτι 从句(这些是真实的)。
  3. §10.13.2οἱ τὰ δεινὰ πεισόμενοι — πεισόμενοι 是 πάσχω 的将来时分词。尽管紧跟在单数呼格 Οὐεργίνιε 之后,但它带有复数定冠词 οἱ,起到呼格作用,将护民官们作为一个群体共同称呼。
  4. §10.13.6ὅτι μὴ — ὅτι μή 是一个惯用短语,意为“除了……之外”或“除非”。在此处,它引导了对 οὐδὲν... δ意为“除了邪恶且狡诈的保护者之外”对 οὐδὲν... δεινόν(没有任何可怕的事)的例外情况。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.13.1-10.13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.13.1-10.13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。