Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.9.1-1.9.4

罗马早期定居者与国家崛起的概况

第 9 段,共 962 段 · 希腊语

内容简介

作者概述了罗马土地上的早期居民,指出西西里人之后是阿博里金人,后者与希腊人融合后成为拉丁人,并阐述了罗慕路斯建城后,罗马如何通过包容性政策成长为大国。

§1.9.1τὴν ἡγεμόνα γῆς καὶ θαλάσσης ἁπάσης πόλιν, ἣν νῦν κατοικοῦσι Ῥωμαῖοι, παλαιότατοι τῶν μνημονευομένων λέγονται κατασχεῖν βάρβαροι Σικελοί, ἔθνος αὐθιγενές·
这整个陆地与海洋的统治者之城,即现在罗马人居住的城市,据有记载的最古老的人们说,最初是被野蛮的西西里人—— 一个土著民族——所占领。
τὰ δὲ πρὸ τούτων οὔθʼ ὡς κατείχετο πρὸς ἑτέρων οὔθʼ ὡς ἔρημος ἦν οὐδεὶς ἔχει βεβαίως εἰπεῖν.
至于在此之前的时代,无论是被他人占领还是处于荒芜,无人能够确切说明。
χρόνῳ δὲ ὕστερον Ἀβοριγῖνες αὐτὴν παραλαμβάνουσι πολέμῳ μακρῷ τοὺς ἔχοντας ἀφελόμενοι·
但过了一段时间后,阿博里金人通过长期的战争夺取了它,赶走了当时的占领者。
§1.9.2οἳ τὸ μὲν πρότερον ἐπὶ τοῖς ὄρεσιν ᾤκουν ἄνευ τειχῶν κωμηδὸν καὶ σποράδες, ἐπεὶ δὲ Πελασγοί τε καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ἀναμιχθέντες αὐτοῖς συνήραντο τοῦ πρὸς τοὺς ὁμοτέρμονας πολέμου, τὸ Σικελικὸν γένος ἀπαναστήσαντες ἐξ αὐτῆς πόλεις περιεβάλοντο συχνὰς καὶ παρεσκεύασαν ὑπήκοον αὑτοῖς γενέσθαι πᾶσαν ὅσην ὁρίζουσι ποταμοὶ δύο Λῖρις καὶ Τέβερις·
他们起初居住在山上,没有城墙,分散在各个村落中;但是,当佩拉斯吉人和一些其他希腊人融入他们,并协助他们进行反对邻国的战争时,他们将西西里人从该地驱逐出去,建造了许多城市,并使介于里里斯河和台伯河这两条河流边界之间的所有土地都归顺于他们。
οἳ τὰς μὲν ἀρχὰς λαμβάνουσι τῆς ῥύσεως ἐκ τῆς ὑπωρείας τῶν Ἀπεννίνων ὀρῶν, ὑφʼ ὧν δίχα τέμνεται πᾶσα ἐπὶ μῆκος ἡ Ἰταλία, διαστάντες δὲ κατὰ τὰς ἐκβολὰς ὀκτακόσιά που στάδι᾽ ἀπʼ ἀλλήλων εἰς τὸ Τυρρηνικὸν ἐξερεύγονται πέλαγος, ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τέβερις Ὠστίας πόλεως πλησίον ἐκδιδούς, ἀπὸ δὲ τοῦ μεσημβρινοῦ κλίματος ὁ Λῖρις Μίντουρναν παραμειβόμενος·
这两条河流源于亚平宁山脉的脚下(整个意大利在其长度上被该山脉一分为二),并在河口处彼此相距约八百斯塔德,注入第勒尼安海——台伯河从北部注入,靠近奥斯蒂亚城,而里里斯河从南部区域注入,流经明图尔奈。
§1.9.3Ῥωμαίων δέ εἰσιν αἱ πόλεις ἀμφότεραι ἄποικοι.
这两座城市都是罗马人的殖民地。
καὶ διέμειναν ἐπὶ τῆς αὐτῆς οἰκήσεως οὐκέτι πρὸς ἑτέρων ἐξελαθέντες, ὀνομάτων ἀλλαγαῖς διτταῖς οἱ αὐτοὶ ἄνθρωποι προσαγορευόμενοι, μέχρι μὲν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν τῶν Ἀβοριγίνων ὀνομασίαν ἔτι σώζοντες, ἐπὶ δὲ Λατίνου βασιλέως, ὃς κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐδυνάστευε, Λατῖνοι ἀρξάμενοι καλεῖσθαι.
他们继续居住在同一片土地上,不再被其他人驱逐,这同一群人经历了两次名字的更改被称呼,直到特洛伊战争期间仍保持着阿博里金人的古老称呼,但在特洛伊战争时期统治的拉丁努斯国王治下,他们开始被称为拉丁人。
§1.9.4Ῥωμύλου δὲ τὴν ἐπώνυμον αὑτοῦ πόλιν οἰκίσαντος ἑκκαίδεκα γενεαῖς τῶν Τρωικῶν ὕστερον, ἣν νῦν ἔχουσιν ὀνομασίαν μεταλαβόντες, ἔθνος τε μέγιστον ἐξ ἐλαχίστου γενέσθαι σὺν χρόνῳ παρεσκεύασαν καὶ περιφανέστατον ἐξ ἀδηλοτάτου, τῶν τε δεομένων οἰκήσεως παρὰ σφίσι φιλανθρώπῳ ὑποδοχῇ καὶ πολιτείας μεταδόσει τοῖς μετὰ τοῦ γενναίου ἐν πολέμῳ κρατηθεῖσι, δούλων τε ὅσοι παρʼ αὐτοῖς ἐλευθερωθεῖεν ἀστοῖς εἶναι συγχωρήσει, τύχης τε ἀνθρώπων οὐδεμιᾶς εἰ μέλλοι τὸ κοινὸν ὠφελεῖν ἀπαξιώσει·
在特洛伊战争十六代之后,罗慕路斯建立了以他自己名字命名的城市,他们换上了现在所拥有的名称,并随着时间的推移,使自己从最弱小转变为最伟大的民族,从最默默无闻转变为最显赫的民族。
ὑπὲρ ταῦτα δὲ πάντα κόσμῳ τοῦ πολιτεύματος, ὃν ἐκ πολλῶν κατεστήσαντο παθημάτων, ἐκ παντὸς καιροῦ λαμβάνοντές τι χρήσιμον.
这是通过慷慨接纳那些在他们那里需要住所的人,通过将公民权授予那些在战争中英勇抵抗后被征服的人,通过允许在他们那里获得释放的奴隶成为公民,并且如果不论何种出身的人只要能造福于共同体就不予以拒绝;而在这一切之上,是通过他们从许多磨难中建立起来的政体秩序,从任何时机中汲取有益的东西。

词汇与语法注释

  1. 1.9.1τὴν ἡγεμόνα γῆς καὶ θαλάσσης ἁπάσης πόλιν — 不定词 κατασχεῖν 的直接宾语。通过置于句首的倒装(hyperbaton)结构,强调了这座城市(罗马)的重要性。
  2. 1.9.2οἳ τὰς μὲν ἀρχὰς λαμβάνουσι — 关系代词 οἵ 指代前文提到的两条河流(ποταμοὶ δύο Λῖρις καὶ Τέβερις),起到连接性关系代词(相当于“而它们”)的作用。
  3. 1.9.4φιλανθρώπῳ ὑποδοχῇ — 修饰主动词 παρεσκεύασαν(使之成为……)的一系列表示手段的与格(ὑποδοχῇ, μεταδόσει, συγχωρήσει, ἀπαξιώσει, κόσμῳ)中的第一个。并列结构极为冗长。
  4. 1.9.4τοῖς μετὰ τοῦ γενναίου ἐν πολέμῳ κρατηθεῖσι — 介词短语 μετὰ τοῦ γενναίου 是表示方式的副词性表达,意为“勇敢地”,修饰带冠词的被动分词 τοῖς... κρατηθεῖσι(被征服的人)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.9.1-1.9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.9.1-1.9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。