§1.8.1ἄρχομαι μὲν οὖν τῆς ἱστορίας ἀπὸ τῶν παλαιοτάτων μύθων, οὓς παρέλιπον οἱ πρὸ ἐμοῦ γενόμενοι συγγραφεῖς χαλεποὺς ὄντας ἄνευ πραγματείας μεγάλης ἐξευρεθῆναι·
因此,我从最古老的神话开始我的历史撰写,这些神话被我之前的历史学家们省略了,因为若没有巨大的付出,它们是很难被发现的。
§1.8.2καταβιβάζω δὲ τὴν διήγησιν ἐπὶ τὴν ἀρχὴν τοῦ πρώτου Φοινικικοῦ πολέμου τὴν γενομένην ἐνιαυτῷ τρίτῳ τῆς ὀγδόης καὶ εἰκοστῆς ἐπὶ ταῖς ἑκατὸν ὀλυμπιάσιν.
我将叙述一直延伸到第一次布匿战争的开始,这发生在第一百二十八届奥林匹亚德的第三年。
ἀφηγοῦμαι δὲ τούς τε ὀθνείους πολέμους τῆς πόλεως ἅπαντας, ὅσους ἐν ἐκείνοις τοῖς χρόνοις ἐπολέμησε, καὶ τὰς ἐμφυλίους στάσεις ὁπόσας ἐστασίασεν, ἐξ οἵων αἰτιῶν ἐγένοντο καὶ δι’ οἵων τρόπων τε καὶ λόγων κατελύθησαν·
我将详述这座城市在那个时期所进行的所有对外战争,以及它所经历的所有内讧,说明它们起于何种原因,又通过何种方式和谈判得以平息。
πολιτειῶν τε ἰδέας διέξειμι πάσας ὅσαις ἐχρήσατο βασιλευομένη τε καὶ μετὰ τὴν κατάλυσιν τῶν μονάρχων, καὶ τίς ἦν αὐτῶν ἑκάστης ὁ κόσμος·
我还要依次阐述它在君主制时期以及在君主统治被废除之后所采用的所有政体形式,以及它们各自的建制如何。
ἔθη τε τὰ κράτιστα καὶ νόμους τοὺς ἐπιφανεστάτους διηγοῦμαι καὶ συλλήβδην ὅλον ἀποδείκνυμι τὸν ἀρχαῖον βίον τῆς πόλεως.
我还将叙述最优秀的习俗和最著名的法律,总而言之,展现这座城市古代生活的全貌。
§1.8.3σχῆμα δὲ ἀποδίδωμι τῇ πραγματείᾳ οὔθʼ ὁποῖον οἱ τοὺς πολέμους μόνους ἀναγράψαντες ἀποδεδώκασι ταῖς ἱστορίαις οὔθʼ ὁποῖον οἱ τὰς πολιτείας αὐτὰς ἐξ̓ ἑαυτῶν διηγησάμενοι οὔτε ταῖς χρονικαῖς παραπλήσιον, ἃς ἐξέδωκαν οἱ τὰς Ἀτθίδας πραγματευσάμενοι·
我赋予这部著作的结构,既不像那些仅记载战争的人给他们的历史所赋予的结构,也不像那些单独叙述政体本身的人所赋予的结构,亦不类似于那些撰写阿提卡志的人所出版的年代纪。
μονοειδεῖς γὰρ ἐκεῖναί τε καὶ ταχὺ προσιστάμεναι τοῖς ἀκούουσιν·
因为那些著作形式单一,很快就会让读者感到厌烦。
ἀλλʼ ἐξ ἁπάσης ἰδέας μικτὸν ἐναγωνίου τε καὶ θεωρητικῆς καὶ ἡδείας, ἵνα καὶ τοῖς περὶ τοὺς πολιτικοὺς διατρίβουσι λόγους καὶ τοῖς περὶ τὴν φιλόσοφον ἐσπουδακόσι θεωρίαν καὶ εἴ τισιν ἀοχλήτου δεήσει διαγωγῆς ἐν ἱστορικοῖς ἀναγνώσμασιν, §1.8.4ἀποχρώντως ἔχουσα φαίνηται.
相反,我将它混合了各种风格——行动的、理论的和趣味的风格,以便让那些致力于政治演说的人、那些热衷于哲学思辨的人,以及如果有人在历史读物中寻求轻松消遣的话,都能显得足够令人满意。
ἡ μὲν οὖν ἱστορία περὶ τοιούτων τε γενήσεται πραγμάτων καὶ τοιούτου τεύξεται σχήματος·
因此,这部历史将涉及这些事情,并获得这样的结构。
ὁ δὲ συντάξας αὐτὴν Διονύσιός εἰμι Ἀλεξάνδρου Ἁλικαρνασεύς·
而撰写它的人,就是我,亚历山大之子,哈利卡纳苏斯的狄奥尼修斯。
ἄρχομαι δʼ ἐνθένδε.
我便从这里开始。