§1.10.1τοὺς δὲ Ἀβοριγῖνας, ἀφʼ ὧν ἄρχει Ῥωμαίοις τὸ γένος, οἱ μὲν αὐτόχθονας Ἰταλίας, γένος αὐτὸ καθʼ ἑαυτὸ γενόμενον ἀποφαίνουσιν·
至于阿博里金人——罗马人的族群便是始自于他们——一些人声称他们是意大利的土著,是一个独立产生的民族。
Ἰταλίαν δὲ καλῶ τὴν ἀκτὴν σύμπασαν, ὅσην Ἰόνιός τε κόλπος καὶ Τυρρηνικὴ θάλασσα καὶ τρίται περιέχουσιν ἐκ γῆς Ἄλπεις.
而我所称的意大利,是指被爱奥尼亚湾、第勒尼安海以及第三从陆地方面被阿尔卑斯山所包围的整个半岛。
καὶ τὴν ὀνομασίαν αὐτοῖς τὴν πρώτην φασὶ τεθῆναι διὰ τὸ γενέσεως τοῖς μετʼ αὐτοὺς ἄρξαι, ὥσπερ ἂν ἡμεῖς εἴποιμεν γενεάρχας ἢ πρωτογόνους.
并且他们说,这最初的名字之所以指派给他们,是因为他们开创了其后代子孙的繁衍,就像我们所说的“始祖”或“初生者”一样。
§1.10.2ἕτεροι δὲ λέγουσιν ἀνεστίους τινὰς καὶ πλάνητας ἐκ πολλῶν συνελθόντας χωρίων κατὰ δαίμονα περιτυχεῖν ἀλλήλοις αὐτόθι καὶ τὴν οἴκησιν ἐπὶ τοῖς ἐρύμασι καταστήσασθαι, ζῆν δὲ ἀπὸ λῃστείας καὶ νομῆς.
然而,另一些人则说,一些来自许多地方的、居无定所的流浪者因神意在当地相遇,并在要塞上建立了居所,靠着掠夺和放牧为生。
παραλλάττουσι δὲ καὶ τὴν ὀνομασίαν αὐτῶν ἐπὶ τὸ ταῖς τύχαις οἰκειότερον, Ἀβερριγῖνας λέγοντες, ὥστε δηλοῦσθαι αὐτοὺς πλάνητας.
他们还稍微改变了他们的名称,使其更符合他们的境遇,称他们为“阿贝里金人”(Aberrigines),以此表明他们是流浪者。
κινδυνεύει δὴ κατὰ τούτους μηδὲν διαφέρειν τὸ τῶν Ἀβοριγίνων φῦλον ὧν ἐκάλουν οἱ παλαιοὶ Λελέγων· τοῖς γὰρ ἀνεστίοις καὶ μιγάσι καὶ μηδεμίαν γῆν βεβαίως ὡς πατρίδα κατοικοῦσι ταύτην ἐπετίθεντο τὴν ὀνομασίαν ὡς τὰ §1.10.3πολλά.
根据这些说法,阿博里金人这一部族便极有可能与古人所称的“雷莱格斯人”(Leleges)毫无二致;因为古人通常把这个名字加在那些居无定所、成分混杂、且没有确定把任何土地当作家园来居住的人们身上,大抵如此。
ἄλλοι δὲ Λιγύων ἀποίκους μυθολογοῦσιν αὐτοὺς γενέσθαι τῶν ὁμορούντων Ὀμβρικοῖς· οἱ γὰρ Λίγυες οἰκοῦσι μὲν καὶ τῆς Ἰταλίας πολλαχῇ, νέμονται δέ τινα καὶ τῆς Κελτικῆς.
另有一些人则传说,他们是与翁布里亚人相邻的利古里亚人的殖民者;因为利古里亚人不仅居住在意大利的许多地方,也占领了凯尔特地区的某些部分。
ὁποτέρα δʼ αὐτοῖς ἐστι γῆ πατρίς, ἄδηλον· οὐ γὰρ ἔτι λέγεται περὶ αὐτῶν προσωτέρω σαφὲς οὐδέν.
但这两种土地中哪一个是他们的祖国尚不明确;因为关于他们,再无更明确的进一步说法。