§1.87.1ἀνίσταται δὴ ἐκ τούτου μείζων τῆς προτέρας ἔρις ἑκατέρου τὸ πλέον ἔχειν ἀφανῶς δικαιουμένου, τὸ δὲ μὴ μεῖον ἀναφανδὸν ἀπὸ δικαιώσεως τοιᾶς2δε ἐπισυνάπτοντος.
由此,产生了一场比此前更大的争吵。 双方之中,一方暗中主张自己应当获得更多,而另一方则基于如下论据,公开地将自己不处于劣势与之相联系。
εἰρημένον γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ μητροπάτορος, ὅτῳ ἂν προτέρῳ κρείττους ὄρνιθες ἐπισημήνωσι, τοῦτον ἄρχειν τῆς ἀποικίας.
因为他们的外祖父曾对他们说过,无论哪一方先看到更好的鸟显示征兆,这一方就将统治该殖民地。
γένους δὲ ὀρνίθων ἑνὸς ἀμφοῖν ὀφθέντος ὁ μὲν τῷ πρότερος, ὁ δὲ τῷ πλείους ἰδεῖν ἐκρατύνετο.
然而,由于双方看到的都是同一种类的鸟,一方因自己先看到而确立其正当性,另一方则因自己看到更多而自以为有理。
συνελάμβανε δὲ αὐτοῖς τῆς φιλονεικίας καὶ τὸ ἄλλο πλῆθος ἦρξέ τε πολέμου δίχα τῶν ἡγεμόνων ὁπλισθέν, καὶ γίνεται μάχη καρτερὰ καὶ φόνος ἐξ ἀμφοῖν πολύς.
其余的民众也卷入了他们的争执之中,并撇开他们的领袖擅自武装起来,从而引发了战争。 发生了一场激烈的战斗,双方都伤亡惨重。
§1.87.2ἐν ταύτῃ φασί τινες τῇ μάχη τὸν Φαιστύλον, ὃς ἐξεθρέψατο τοὺς νεανίσκους, διαλῦσαι τὴν ἔριν τῶν ἀδελφῶν βουλόμενον, ὡς οὐδὲν οἷός τʼ ἦν ἀνύσαι, εἰς μέσους ὤσασθαι τοὺς μαχομένους ἄνοπλον θανάτου τοῦ ταχίστου τυχεῖν προθυμούμενον, ὅπερ καὶ ἐγένετο.
在这场战斗中,有人说,抚养这两个年轻人的法伊斯提罗斯,因极想平息兄弟间的争端,在发现自己无能为力之后,为了求得最快的解脱,便赤手空拳地冲进了正在厮杀的人群之中,而事情也确实这样发生了。
τινὲς δὲ καὶ τὸν λέοντα τὸν λίθινον, ὃς ἔκειτο τῆς ἀγορᾶς τῆς τῶν Ῥωμαίων ἐν τῷ κρατίστῳ χωρίῳ παρὰ τοῖς ἐμβόλοις, ἐπὶ τῷ σώματι τοῦ Φαιστύλου τεθῆναί φασιν, ἔνθα ἔπεσεν ὑπὸ τῶν εὑρόντων ταφέντος.
还有人说,那只曾经安放在罗马人广场最显要位置、靠近船首坛的石狮子,就是置于法伊斯提罗斯遗体之上的,他是在倒下的地方被发现他的人安葬的。
§1.87.3ἀποθανόντος δʼ ἐν τῇ μάχῃ Ῥώμου νίκην οἰκτίστην ὁ Ῥωμύλος ἀπό τε τοῦ ἀδελφοῦ καὶ πολιτικῆς ἀλληλοκτονίας ἀνελόμενος τὸν μὲν Ῥῶμον ἐν τῇ Ῥεμορίᾳ θάπτει, ἐπειδὴ καὶ ζῶν τοῦ χωρίου τῆς κτίσεως περιείχετο, αὐτὸς δὲ ὑπὸ λύπης τε καὶ μετανοίας τῶν πεπραγμένων παρεὶς ἑαυτὸν εἰς ἀπόγνωσιν τοῦ βίου τρέπεται.
雷穆斯在战斗中阵亡后,罗姆鲁斯虽然战胜了兄弟,并在同胞相残中赢得了极度悲惨的胜利,但他将雷穆斯安葬在了雷莫里亚,因为雷穆斯生前执意要在那个地方建城;而罗姆鲁斯自己则因对所发生之事感到悲伤与悔恨,自暴自弃,陷入了对生命的绝望之中。
τῆς δὲ Λαυρεντίας, ἣ νεογνοὺς παραλαβοῦσα ἐξεθρέψατο καὶ μητρὸς οὐχ ἧττον ἠσπάζετο, δεομένης καὶ παρηγορούσης, ταύτῃ πειθόμενος ἀνίσταται· συναγαγὼν δὲ τοὺς Λατίνους, ὅσοι μὴ κατὰ τὴν μάχην διεφθάρησαν, ὀλίγῳ πλείους ὄντας τρισχιλίων ἐκ πάνυ πολλοῦ κατʼ ἀρχὰς γενομένου πλήθους, ὅτε τὴν ἀποικίαν ἔστελλε, §1.87.4πολίζει τὸ Παλλάντιον.
但是,当曾经收留并抚养他们,对他们的爱护不亚于生母的劳伦蒂亚恳求并安慰他时,他听从了她,重新振作起来;他召集了未在战斗中丧生的拉丁人(当初他发出殖民地时,原本是一支极为庞大的队伍,而此时仅剩下三千人出头),在帕兰提翁建立起城市。
ὁ μὲν οὖν πιθανώτατος τῶν λόγων περὶ τῆς Ῥώμου τελευτῆς οὗτος εἶναί μοι δοκεῖ.
在我看来,关于雷穆斯之死,这个说法是最可信的。
λεγέσθω δʼ ὅμως καὶ εἴ τις ἑτέρως ἔχων παραδέδοται.
不过,若有其他不同的传闻流传下来,也应当予以说明。
φασὶ δή τινες συγχωρήσαντʼ αὐτὸν τῷ Ῥωμύλῳ τὴν ἡγεμονίαν, ἀχθόμενον δὲ καὶ διʼ ὀργῆς ἔχοντα τὴν ἀπάτην, ἐπειδὴ κατεσκευάσθη τὸ τεῖχος φλαῦρον ἀποδεῖξαι τὸ ἔρυμα βουλόμενον, Ἀλλὰ τοῦτό γʼ, εἰπεῖν, οὐ χαλεπῶς ἄν τις ὑμῖν ὑπερβαίη πολέμιος, ὥσπερ ἐγώ· καὶ αὐτίκα ὑπεραλέσθαι· Κελέριον δέ τινα τῶν ἐπιβεβηκότων τοῦ τείχους, ὃς ἦν ἐπιστάτης τῶν ἔργων, Ἀλλὰ τοῦτόν γε τὸν πολέμιον οὐ χαλεπῶς ἄν τις ἡμῶν ἀμύναιτο, εἰπόντα, πλῆξαι τῷ σκαφείῳ κατὰ τῆς κεφαλῆς καὶ αὐτίκα ἀποκτεῖναι·
有人说,他虽然向罗姆鲁斯让出了统治权,但对那个欺骗感到恼火和愤怒,当城墙建好时,他想以此证明这道防御工事毫无用处,便说:“不过这道墙,任何敌人都可以像我这样轻易跳过去”,接着他便纵身跳了过去;而登上城墙的监督工程的凯莱里奥斯说道:“不过这样的敌人,我们任何人都能轻易击退”,说着便用铲子猛击他的头部,将其当场打死。
τὸ μὲν δὴ τέλος τῆς στάσεως τῶν ἀδελφῶν τοιοῦτο λέγεται γενέσθαι.
兄弟之间内讧的结局,据说便是如此。