§1.86.1χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν.
在这期间过了一些时候,由于内讧毫无减弱的迹象,双方决定将此事委托给外祖父,于是他们来到了阿尔巴。
ὁ δὲ αὐτοῖς ταῦτα ὑποτίθεται· θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι.
外祖父向他们提出了如下建议:让神明充当裁判官,以决定这块殖民地应以谁的名字命名,以及统治权应归谁。
ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις· προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους· ὁποτέρῳ δʼ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται, §1.86.2τοῦτον ἄρχειν τῆς ἀποικίας.
他为他们约定了日子,命令他们从清晨起,在各自认为合适的座位上分开坐着;在向神明奉献了惯例的祭品之后,他们要留心观察吉利的鸟占;无论哪一方先看到更好的鸟出现,这一方就将统治该殖民地。
ἀπῄεσαν οἱ νεανίσκοι ταῦτʼ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ.
年轻人们赞同这些建议后便离去了,并按照约定在决行之日来到了现场。
ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δʼ ὁ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν ἡ Ῥεμορία·
罗姆鲁斯观测鸟占的地方是他希望建立殖民地的帕兰提翁,而雷穆斯则是与之相邻的被称为阿文提诺的山丘,或者如某些人记载的那样,是雷莫里亚。
φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα ὅ τι μὴ φανείη λέξειν.
同时,双方都有监视人员在场,绝不允许他们报告并未出现的任何兆头。
§1.86.3ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον ὁ Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ἴσως δὲ καὶ ὁ θεὸς οὕτως ἐνῆγε, πρὶν ἢ καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους.
当他们就坐于各自合适的座位后,罗姆鲁斯只等了极短的时间,由于急躁和对兄弟的嫉妒——或许神明也是如此促使他——在看到任何兆头之前,他就向兄弟派去使者,声称自己先看到了吉兆,要求他迅速前来。
ἐν ᾧ δὲ οἱ πεμφθέντες ὑπʼ αὐτοῦ διʼ αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι.
然而,由于被他派去的人对这一欺骗感到羞愧,并没有急着赶路,在此期间,六只秃鹫从右侧飞过,向雷穆斯显示了征兆。
καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετʼ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον.
雷穆斯看到这些鸟后欣喜万分,不久,罗姆鲁斯派来的人让他起身,带他前往帕兰提翁。
§1.86.4ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο.
当他们聚在同一地方时,雷穆斯询问罗姆鲁斯,他先看到了什么样的鸟占,罗姆鲁斯却陷入了不知该如何回答的窘境。
ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν;
就在这时,人们看到十二只代表吉兆的秃鹫飞过,罗姆鲁斯见状精神大振,指给雷穆斯看并说道:“你为什么还要打听以前发生的事呢?
τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς.
因为你现在不就亲眼看着这些鸟占吗?
ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπʼ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.
”但雷穆斯十分愤慨,认为自己受到了愚弄,并表示绝不把殖民地的支配权让给他。