Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.88.1-1.88.3

罗姆鲁斯建城与帕里利亚节的起源

第 89 段,共 962 段 · 希腊语

内容简介

本文记述了罗姆鲁斯在获得吉兆并净化民众后,用犁划定边界以奠定罗马建城的基础,并探讨了源于该建城日的帕里利亚节之起源。

§1.88.1ἐπεὶ δὲ οὐδὲν ἔτι ἦν ἐμποδῶν τῷ κτίσματι προειπὼν ὁ Ῥωμύλος ἡμέραν, ἐν ᾗ τοὺς θεοὺς ἀρεσάμενος ἔμελλε τὴν ἀρχὴν τῶν ἔργων ποιήσασθαι, παρασκευασάμενός τε ὅσα εἰς θυσίας καὶ ὑποδοχὰς τοῦ λεὼ χρησίμως ἕξειν ἔμελλεν, ὡς ἧκεν ὁ συγκείμενος χρόνος αὐτός τε προθύσας τοῖς θεοῖς καὶ τοὺς ἄλλους κελεύσας κατὰ δύναμιν τὸ αὐτὸ δρᾶν ὄρνιθας μὲν πρῶτον αἰσίους λαμβάνει·
当建城不再有任何障碍时,罗姆鲁斯预先宣布了日期,他准备在这一天安抚神明并开始工程;他也准备好了所有将用于祭祀和招待民众的有用之物。 约定时刻到来时,他自己先向神明献祭,并命令其他人尽力照做,首先获得了吉兆之鸟。
μετὰ δὲ τοῦτο πυρκαϊὰς πρὸ τῶν σκηνῶν γενέσθαι κελεύσας ἐξάγει τὸν λεὼν τὰς φλόγας ὑπερθρώσκοντα τῆς ὁσιώσεως τῶν μιασμάτων ἕνεκα.
此后,他命令在帐篷前点燃篝火,带领民众跳过火焰,以净化污秽。
ἐπεὶ δὲ πᾶν, ὅσον ἦν ἐκ λογισμοῦ §1.88.2θεοῖς φίλον, ᾤετο πεπρᾶχθαι καλέσας ἅπαντας εἰς τὸν ἀποδειχθέντα τόπον περιγράφει τετράγωνον σχῆμα τῷ λόφῳ, βοὸς ἄρρενος ἅμα θηλείᾳ ζευχθέντος ὑπʼ ἄροτρον ἑλκύσας αὔλακα διηνεκῆ τὴν μέλλουσαν ὑποδέξεσθαι τὸ τεῖχος·
当他认为凡是根据理性思考属于取悦神明的事情都已经做完之后,他召集所有人到指定的地点,用一头公牛和一头母牛同挽一犁,拉出一条用以容纳城墙的连续沟壑,从而在山丘上画出了一个方形的轮廓。
ἐξ οὗ Ῥωμαίοις τὸ ἔθος τοῦτο τῆς περιαρόσεως τῶν χωρίων ἐν οἰκισμοῖς πόλεων παραμένει.
从此,在建城时用犁环绕田野的这一习俗,在罗马人中保留了下来。
ἐργασάμενος δὲ ταῦτα καὶ τῶν βοῶν ἑκατέρους ἱερεύσας ἄλλων τε πολλῶν θυμάτων καταρξάμενος ἐφίστησι τοῖς ἔργοις τὸν λεών.
完成了这些工作,并将两头牛分别献祭,又开始了许多其他牺牲祭祀之后,他让民众开始施工。
ταύτην ἔτι καὶ §1.88.3εἰς ἐμὲ τὴν ἡμέραν Ῥωμαίων ἡ πόλις ἑορτῶν οὐδεμιᾶς ἥττονα τιθεμένη καθʼ ἕκαστον ἔτος ἄγει, καλοῦσι δὲ Παρίλια.
这一天直到现在乃至我的时代,罗马城每年都举行庆祝,视其不亚于任何其他节日,他们称之为帕里利亚节。
θύουσι δʼ ἐν αὐτῇ περὶ γονῆς τετραπόδων οἱ γεωργοὶ καὶ νομεῖς θυσίαν χαριστήριον ἔαρος ἀρχομένου.
在这一天,农夫和牧民们在初春时节,为四足牲畜的繁衍献上感恩祭。
πότερον δὲ παλαίτερον ἔτι τὴν ἡμέραν ταύτην ἐν εὐπαθείαις διάγοντες ἐπιτηδειοτάτην οἰκισμῷ πόλεως ἐνόμισαν, ἢ τοῦ κτίσματος ἄρξασαν ἱερὰν ἐποιήσαντο καὶ θεοὺς ἐν αὐτῇ τοὺς ποιμέσι φίλους γεραίρειν ᾤοντο δεῖν οὐκ ἔχω βεβαίως εἰπεῖν.
然而,是他们从更古老的时代起就以欢乐度过这一天,因而认为它最适合建城,还是因为这一天开启了建城而将其定为神圣,并认为应当在这一天尊崇喜爱牧人的神明,我无法确切指出。

词汇与语法注释

  1. 1.88.1προειπὼν ὁ Ῥωμύλος ἡμέραν — 分词 `προειπὼν`(预先宣布)与 `παраσκευασάμενός`(准备)是与主句主语 `ὁ Ῥωμύλος` 一致的时间状语分词,表示在主词 `λαμβάνει` 之前发生的一系列准备行为。
  2. 1.88.2ᾤετο πεπρᾶχθαι — 意为“他认为……已经做完”。由动词 `ᾤετο`(他认为)引导的带对格的不定式结构,其中完成时被动不定式 `πεπρᾶχθαι` 的逻辑主语是前置的中性关系从句 `πᾶν, ὅσον ἦν ...`(凡是……的一切)。
  3. 1.88.3πότερον δὲ παλαίτερον ἔτι τὴν ἡμέραν ταύτην ... ἢ — 由关联连词 `πότερον ... ἤ ...`(是……还是……)引导的双重间接疑问从句,作为句末动词短语 `οὐκ ἔχω βεβαίως εἰπεῖν`(我无法确切指出)的宾语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.88.1-1.88.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.88.1-1.88.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。