§1.83.1Φαιστύλος δὲ τῆς ἀλόγου πραότητος ὑποψίᾳ κινηθεὶς μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις ἀποκρίνεται ὧδε· οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὅσπερ ἐκείνων βίος, ἐγὼ δʼ ἐπέμφθην παρʼ αὐτῶν τῇ μητρὶ δηλώσων ἐν αἷς εἰσι τύχαις·
斐斯图斯因怀疑他那不合常理的温和,认为他的想法与言辞不符,便这样回答道:“孩子们在山里放牛,这正是他们的生活;而我是被他们派来,向他们的母亲说明他们处于何种境地。
ταύτην δὲ παρά σοι φυλάττεσθαι ἀκούων δεήσεσθαι τῆς σῆς θυγατρὸς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι.
我听说她被囚禁在你那里,本打算去请求你的女儿,好让她带我去见她。
τὴν δὲ σκάφην ἔφερον, ἵνʼ ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις.
我携带这只木盆,是为了能伴着我的话语出示一个明显的证据。
νῦν οὖν ἐπεὶ δέδοκταί σοι τοὺς νεανίσκους δεῦρο κομίσαι χαίρω τε, καὶ πέμψον οὕς2τινας βούλει σὺν ἐμοί.
现在,既然你已决定将年轻人们带到这里,我非常高兴,请派你所希望的任何人与我同行。
δείξω μὲν οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας, φράσουσι δʼ αὐτοῖς ἐκεῖνοι τὰ παρά σου.
我将向来人指明孩子们,而他们则会将你那里的口信转告他们。
§1.83.2ὁ μὲν δὴ ταῦτʼ ἔλεγεν ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου καὶ ἅμα αὐτὸς ἀποδράσεσθαι τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας.
” 他说这些话,一方面是希望为孩子们争取推迟死刑的时间,另一方面也是希望一旦到了山里,自己就能从押送者那里逃脱。
Ἀμόλιος δὲ τοῖς πιστοτάτοις τῶν ὁπλοφόρων ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συοφορβὸς αὐτοῖς δείξῃ συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διαταχέων.
而阿穆利乌斯则暗中命令他最信任的武装侍卫,让他们一旦逮到猪倌向他们指示的人,就把他们押送到自己这里,并火速将这些人派遣了出去。
ταῦτα δὲ διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται τὰ παρόντα, καὶ αὐτὸν ὡς ἐπʼ §1.83.3ἄλλο δή τι ἐκάλει.
在安排好这些之后,他立即下定决心,召见他的兄弟并将其软禁起来,直到他妥善解决当前的局势;他便借口为了其他事情而召见他。
ὁ δὲ ἀποσταλεὶς ἄγγελος εὐνοίᾳ τε τοῦ κινδυνεύοντος καὶ ἐλέῳ τῆς τύχης ἐπιτρέψας κατήγορος γίνεται Νεμέτορι τῆς Ἀμολίου γνώμης.
然而,被派去的使者出于对身处险境者的好意和对其命运的怜悯,向努米托尔揭露了阿穆利乌斯的意图。
ὁ δὲ τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον αὐτοὺς καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια τῶν τε ἄλλων πελατῶν καὶ ἑταίρων καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην.
他向孩子们说明了降临到他们头上的危险,并勉励他们要勇敢,随后带领着由其他附庸、同伴以及不少忠实仆人组成的武装队伍,来到了王宫。
ἧκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν ἐκλιπόντες τὴν ἀγορὰν ἔχοντες ὑπὸ ταῖς περιβολαῖς ξίφη κεκρυμμένα, στῖφος καρτερόν.
那些来自田野、聚集到城里的人们也来到了这里,他们离开了集市,在斗篷下藏着剑,形成了一支强有力的队伍。
βιασάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες οὐ πολλοῖς ὁπλίταις φρουρουμένην ἀποσφάττουσιν εὐπετῶς Ἀμόλιον καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνονται.
他们以排山倒海之势强行攻入仅由少数重装步兵把守的入口,轻而易举地杀死了阿穆利乌斯,随后占领了城堡。
ταῦτα μὲν οὖν τοῖς περὶ Φάβιον εἴρηται.
这些便是法比乌斯等人所叙述的事情。