Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.84.1-1.84.8

关于双胞胎出身与抚育的理性异说

第 85 段,共 962 段 · 希腊语

内容简介

作者介绍了一种关于罗马建城者的更具理性与历史性的替代解释,批驳了母狼哺育的神话,详细叙述了婴儿调换、在斐斯图斯与劳伦提亚照顾下的希腊式教育,以及牧民冲突如何最终导致阿穆利乌斯的覆灭。

§1.84.1ἕτεροι δὲ οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσήκειν τήν τε ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ ὡς ἐκελεύσθη τοῖς ὑπηρέταις γενομένην ἀπίθανον εἶναί φασι, καὶ τῆς λυκαίνης τὸ τιθασόν, ἣ τοὺς μαστοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτοπίας διασύρουσιν·
然而,另一些人认为神话色彩的内容完全不适合历史记载,他们声称,婴儿并未像对仆人们所命令的那样被遗弃,这是令人难以置信的;他们还嘲笑那只向孩子们提供乳房的母狼的温顺,认为这充满了戏剧性的荒谬。
§1.84.2ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν ὡς ὁ Νεμέτωρ, ἐπειδὴ τὴν Ἰλίαν ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν μηχανησάμενος, καὶ αὐτὰ λαβὼν Ἀμόλιος ὅτῳ δή τινι τρόπῳ ἀναιρεῖ·
作为对这些说法的替代解释,他们说,努米托尔在得知伊利亚怀孕后,便准备了其他新生婴儿,在她分娩时将孩子们进行了调换。 他将那些别人的孩子交给监视产房的人带走,这或是通过金钱收买了他们使其忠于职守,或是通过妇女们设法完成了替换。 而阿穆利乌斯接过来这些孩子,并用某种方式将他们杀害。
τὰ δʼ ἐκ τῆς Ἰλίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ.
然而,这位外祖父将伊利亚所生的亲生孩子视为最重要的东西,为了让他们存活下来而交给了斐斯图斯。
§1.84.3τὸν δὲ Φαιστύλον τοῦτον Ἀρκάδα μὲν εἶναί φασι τὸ γένος ἀπὸ τῶν σὺν Εὐάνδρῳ, κατοικεῖν δὲ περὶ τὸ Παλλάντιον ἐπιμέλειαν ἔχοντα τῶν Ἀμολίου κτημάτων.
据说这个斐斯图斯是和伊凡德一起 rural 过来的人的后裔,属于阿卡迪亚族,居住在帕兰提翁附近,负责管理阿穆利乌斯的财产。
χαρίσασθαι δὲ Νεμέτορι τὴν ἐκτροφὴν τῶν παίδων τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ τὰς περὶ τὸν Αὐεντῖνον τρεφομένας τοῦ §1.84.4Νεμέτορος ἀγέλας ἐπιτροπεύοντι·
他是受了自己名叫福斯蒂努斯的兄弟的劝说,才向努米托尔效劳、承担起抚养孩子们的任务的,而该兄弟当时正管理着在阿文丁山附近放牧的努米托尔的牧群。
τήν τε τιθηνησαμένην τὰ παιδία καὶ μαστοὺς ἐπισχοῦσαν οὐ λύκαιναν εἶναί φασιν, ἀλλʼ ὥσπερ εἰκὸς γυναῖκα τῷ Φαιστύλῳ συνοικοῦσαν Λαυρεντίαν ὄνομα, ᾗ δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν οἱ περὶ τὸ Παλλάντιον διατρίβοντες ἐπίκλησιν ἔθεντο τὴν Λούπαν·
据说,哺乳孩子们并向他们提供乳房的并不是母狼,而是理所当然地,与斐斯图斯同居的一个名叫劳伦提亚的女人。 由于她曾公开出卖自己的美色,在帕兰提翁附近活动的人们便给她起了个绰号叫“露帕”。
ἔστι δὲ τοῦτο Ἑλληνικόν τε καὶ ἀρχαῖον ἐπὶ ταῖς μισθαρνούσαις τἀφροδίσια τιθέμενον, αἳ νῦν εὐπρεπεστέρᾳ κλήσει ἑταῖραι προσαγορεύονται.
这是一个古老的希腊词汇,用于指代那些以此牟利的女子,她们如今被赋予了更体面的称呼“高级妓女”。
ἀγνοοῦντας δέ τινας αὐτὸ πλάσαι τὸν περὶ τῆς λυκαίνης μῦθον, ἐπειδὴ κατὰ τὴν γλῶτταν, ἣν τὸ Λατίνων ἔθνος φθέγγεται, λούπα καλεῖται τοῦτο τὸ θηρίον.
他们说,有些人因不了解这一点,便编造了关于母狼的神话,因为在拉丁民族所说的语言中,那种野兽被称为露帕。
ἡνίκα δὲ τῆς ἐν τῷ γάλακτι τροφῆς ἀπηλλάγη τὰ παιδία, δοθῆναι πρὸς τῶν τρεφόντων εἰς Γαβίους πόλιν οὐ μακρὰν ἀπὸ τοῦ §1.84.5Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρʼ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης.
当孩子们断奶之后,抚养他们的人将他们送往离帕兰提翁不远的加比伊城,以便让他们学习希腊式教育;他们在那里由斐斯图斯的私人宾客抚养,接受文字、音乐以及希腊式武器使用的教育,直至成年。
§1.84.6ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων·
当他们回到被认为是其父母的人身边时,他们与努米托尔的牧民在共同放牧地的问题上发生了冲突。
ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵνʼ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ §1.84.7πλήθει πρόφασις.
因此,他们痛击了对方,并将牧群赶回他们那里。 这些行为是遵照努米托尔的意图做出的,目的是以此作为指控的开端,同时为牧民群体进入城市提供借口。
ὡς δὲ ταῦτʼ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ·
发生这些事情后,努米托尔对阿穆利乌斯大加谴责,诉说自己遭受了可怕的掠夺,被对方的牧民洗劫,并要求如果阿穆利乌斯对此毫无责任,就把那名牛倌和他的儿子们交给自己受审。
Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι.
而阿穆利乌斯想要洗清指控,便命令被要求交出的那些人以及所有其他有嫌疑参与此事的人,前去向努米托尔接受审判。
§1.84.8πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν.
当许多人借着审判的借口与被告们一同聚集起来时,外祖父向年轻人们说明了降临到他们身上的全部命运,并表示现在正是复仇的最佳时机,随即带领牧民群体发起了袭击。
περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.
关于罗马建城者的出生和抚养,便流传着这些说法。

词汇与语法注释

  1. 1.84.1οὐδὲν τῶν μυθωδεστέρων — οὐδέν 作为不定式 προσήκειν 的主格或宾格(取决于句式结构),或作为加强否定的副词。τῶν μυθωδεστέρων 是中性复数比较级属格,用作部分属格,意为“具有神话色彩的事物”。
  2. 1.84.2χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος — χρημάτων 是表示价格的属格,修饰分词 πριάμενος(源自 πρίαμαι,“购买”)。其直接宾语是中性名词化形容词 τὸ πιστόν(“忠诚”、“信用”),它被属格短语 τῆς χρείας αὐτῶν(“他们的职务”)修饰。
  3. 1.84.3τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ — τἀδελφῷ 是 τῷ ἀδελφῷ 的缩合形(crasis)。中被动分词 πειθόμενον 接与格补足语,意为“被……说服”或“服从”。ὄνομα 是关系大格(表示“名为”),与处于与格的 Φαυστίνῳ 形成同位语关系。
  4. 1.84.4ᾗ δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν — 与格关系代词 ᾗ 是动词短语 ἐπίκλησιν ἔθεντο(“起绰号”)的间接宾语。与之修饰一致的现在分词 δημοσιευούσῃ 具有时间或原因的分词用法。而 τὴν τοῦ σώματος ὥραν(“身体的黄金时期”,即“青春美色”)则是该分词的直接宾语。
  5. 1.84.8νῦν εἴ ποτε — 希腊语中的一个惯用表达,字面意思是“如果曾有合适的机会,那就是现在”(即“现在比以往任何时候都更加……”),用于极力强调时机的重要或紧迫性。由 εἴ ποτε 引导的条件从句中省略了动词。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.84.1-1.84.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.84.1-1.84.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。